Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum I (Epidemics I)

Littré 1840

τὰ παρὰ τὰ ὦτα γενοίατο, ἔκρινε μὲν εἰκοσταίοισι, κατέσβη δὲ πᾶσι, καὶ οὐκ ἐξεπύησεν, ἀλλ᾿ ἐπὶ κύστιν ἐτράπετο· Κρατιστώνακτι, ὃς παρὰ Ἡρακλείῳ ᾤκει, καὶ Σκύμνου τοῦ γναφέως θεραπαίνῃ, ἐξεπύησεν, ἀπέθανον. Οἷσι δ᾿ ἔκρινεν ἑβδομαίοισι, διέλιπεν ἐννέα, ὑπέστρεψεν, ἔκρινεν ἐκ τῆς ὑποστροφῆς τεταρταίοισι, Παντακλεῖ, ὃς ᾤκει παρὰ Διονύσιον. Οἷσι δ᾿ ἔκρινεν ἑβδομαίοισι, διέλιπεν ἕξ· ὑποστροφή· ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινεν ἑβδομαίοισι, Φανοκρίτῳ, ὃς κατέκειτο παρὰ Γνάθωνι τῷ γραφεῖ. Ὑπὸ δὲ χειμῶνα περὶ ἡλίου τροπὰς χειμερινὰς, καὶ μέχρις ἰσημερίης, παρέμενον μὲν καὶ οἱ καῦσοι καὶ τὰ φρενιτικὰ, καὶ ἔθνησκον πολλοί. Αἱ μέντοι κρίσιες μετέπεσον, καὶ ἐκρίνετο τοῖσι πλείστοισιν ἐξ ἀρχῆς πεμπταίοισι,

Work

Title: Hippocrates: Epidemiarum I
English: Epidemics I
Original: Ἐπιδημίων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1840

Series: Oeuvres complètes d'Hippocrate

Volume: 2

Pages: 598-716

Publisher: Baillière, Paris

Download

Hipp-Gr_023.xml [85 Kb]