Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum I (Epidemics I)

Littré 1840

διέλιπε τέσσαρας, ὑπέστρεψεν· ἐκ δὲ τῆς ὑποστροφῆς, ἔκρινε πεμπταίοισι, τὸ ξύμπαν τεσσαρεσκαιδεκαταίοισιν· ἔκρινε δὲ παιδίοισιν οὕτω τοῖσι πλείστοισιν, ἀτὰρ καὶ πρεσβυτέροισιν. Ἔστι δ᾿ οἷσιν ἔκρινεν ἑνδεκαταίοισιν· ὑποστροφὴ τεσσαρεσκαιδεκάτῃ· ἔκρινε τελείως εἰκοστῇ· εἰ δέ τινες ἐπεῤῥίγεον περὶ τὴν εἰκοστὴν, τουτέοισιν ἔκρινε τεσσαρακοστῇ. Ἐπεῤῥίγεον δ᾿ οἱ πλεῖστοι περὶ κρίσιν τὴν ἐξ ἀρχῆς· οἱ δ᾿ ἐπιῤῥιγώσαντες ἐξ ἀρχῆς περὶ κρίσιν, καὶ ὲν τῇσιν ὑποστροφῇσιν ἅμα κρίσει. Ἐπεῤῥίγεον δ᾿ ἐλάχιστοι μὲν τοῦ ἦρος, θέρεος πλείους, φθινοπώρου ἔτι πλείους, ὑπὸ δὲ χειμῶνα πουλὺ πλεῖστοι· αἱ δ᾿ αἱμοῤῥαγίαι ὑπέληγον.

ΤΜΗΜΑ ΤΡΙΤΟΝ.

10. Τὰ δὲ περὶ τὰ νουσήματα, ἐξ ὧν διαγιγνώσκομεν, μαθόντες

Work

Title: Hippocrates: Epidemiarum I
English: Epidemics I
Original: Ἐπιδημίων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1840

Series: Oeuvres complètes d'Hippocrate

Volume: 2

Pages: 598-716

Publisher: Baillière, Paris

Download

Hipp-Gr_023.xml [85 Kb]