Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum I (Epidemics I)

Littré 1840

τουτέων ἑκάστου τῶν πυρετῶν· αὐτίκα γὰρ ξυνεχής ἐστιν οἶσιν ἀρχόμενος ἀνθέει καὶ ἀκμάζει μάλιστα, καὶ ἀνάγει ἐπὶ τὸ χαλεπώτατον, περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει ἀπολεπτύνεται· ἔστι δ᾿ οἷσιν ἄρχεται μαλακός τε καὶ ὑποβρύχιος, ἐπαναδιδοῖ δὲ καὶ παροξύνεται καθ᾿ ἡμέρην ἑκάστην, περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει, ἅλις ἐξέλαμψεν· ἔστι δ᾿ οἷσιν ἀρχόμενος πρηέως ἐπιδιδοῖ καὶ παροξύνεται, καὶ μέχρι τινὸς ἀκμάσας, πάλιν ὑφίησι μέχρι κρίσιος, καὶ περὶ κρίσιν. Ξυμπίπτει δὲ ταῦτα γίγνεσθαι ἐπὶ παντὸς πυρετοῦ, καὶ παντὸς νουσήματος. Δεῖ δὲ τὰ διαιτήματα, σκοπεύμενον ἐκ τουτέων, προσφέρειν. Πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα σημεῖα τούτοισίν ἐστιν ἠδελφισμένα, περὶ ὧν τὰ μέν που γέγραπται, τὰ δὲ γεγράψεται·

Work

Title: Hippocrates: Epidemiarum I
English: Epidemics I
Original: Ἐπιδημίων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1840

Series: Oeuvres complètes d'Hippocrate

Volume: 2

Pages: 598-716

Publisher: Baillière, Paris

Download

Hipp-Gr_023.xml [85 Kb]