
Epidemiarum I (Epidemics I)
Littré 1840
ἐκοιμήθη. Δευτέρῃ, πυρετὸς ὀξύς· διαχωρήματα πλείω, λεπτότερα,
ἔπαφρα· οὖρα μέλανα· νύκτα δυσφόρως· σμικρὰ
παρέκρουσεν. Τρίτῃ, πάντα παρωξύνθη· ὑποχονδρίου
ξύντασις ἐξ ἀμφοῖν παραμήκης πρὸς ὀμφαλὸν, ὑπολάπαρος·
διαχωρήματα λεπτὰ, ὑπομέλανα· οὖρα θολερὰ,
ὑπομέλανα· νυκτὸς οὐδὲν ἐκοιμήθη· λόγοι πολλοὶ, γέλως,
ᾠδή· κατέχειν οὐκ ἠδύνατο. Τετάρτῃ, διὰ τῶν αὐτῶν.
Πέμπτῃ, διαχωρήματα ἄκρητα, χολώδεα, λεῖα, λιπαρά·
οὖρα λεπτὰ, διαφανέα· σμικρὰ κατενόει. Ἕκτῃ, περὶ κεφαλὴν
σμικρὰ ἐφίδρωσεν· ἄκρεα ψυχρὰ, πελιδνά· πουλὺς
βληστρισμός· ἀπὸ κοιλίης οὐδὲν διῆλθεν· οὖρα ἐπέστη· πυρετὸς
ὀξύς. Ἑβδόμῃ, ἄφωνος· ἄκρεα οὐκ ἔτι ἀνεθερμαίνετο·
οὔρησεν οὐδέν. Ὀγδόῃ, ἵδρωσε δι᾿ ὅλου ψυχρόν·
ἐξανθήματα μετὰ ἱδρῶτος ἐρυθρὰ, στρογγύλα, σμικρὰ,
οἷον ἴονθοι, παρέμενεν, οὐκ ἀφίστατο· ἀπὸ δὲ κοιλίης
ἐρεθισμῷ σμικρῷ κόπρανα λεπτὰ, οἷα ἄπεπτα,
πολλὰ διῄει μετὰ πόνου· οὔρει μετὰ ὀδύνης
Work
Title: Epidemiarum I
English: Epidemics I
Original: Ἐπιδημίων τὸ πρῶτον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1840
Series: Oeuvres complètes d'Hippocrate
Volume: 2
Pages: 598-716
Publisher: Baillière, Paris
Download
Hipp-Gr_023.xml [85 Kb]