Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum I (Epidemics I)

Littré 1840

τῶν καμνόντων οὗτοι ἐπόνησαν· οὔτε γὰρ αἱ αἱμοῤῥαγίαι, εἰ μὴ πάνυ σμικρὰ καὶ ὀλίγοισιν, οὔτε οἱ παράληροι· τά τε ἄλλα πάντα εὐφόρως· ἐκρίνετο δὲ τουτέοισι πάνυ εὐτάκτως, τοῖσι πλείστοισι ξὺν τῇσι διαλιπούσῃσιν ἐν ἑπτακαίδεκα ἡμέρῃσιν· οὐδὲ ἀποθανόντα οὐδένα οἶδα τότε ἐν καύσῳ, οὐδὲ φρενιτικὰ τότε γενόμενα. Οἱ δὲ τριταῖοι, πλείους μὲν τῶν καύσων καὶ ἐπιπονώτεροι· εὐτάκτως δὲ τούτοισι πᾶσιν ἀπὸ τῆς πρώτης λήψιος, τέσσαρας περιόδους· ἐν ἑπτὰ δὲ τελέως ἔκριναν, οὐδ᾿ ὑπέστρεψαν οὐδενὶ τούτων. Οἱ δὲ τεταρταῖοι, πολλοῖσι μὲν ἐξ ἀρχῆς, ἐν τάξει τεταρταίου, ἤρξαντο· ἔστι δ᾿ οἷσιν οὐκ ὀλίγοισιν ἐξ ἄλλων πυρετῶν καὶ νουσημάτων ἀποστάσιες ἐς τεταρταίους ἐγένοντο·

Work

Title: Hippocrates: Epidemiarum I
English: Epidemics I
Original: Ἐπιδημίων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1840

Series: Oeuvres complètes d'Hippocrate

Volume: 2

Pages: 598-716

Publisher: Baillière, Paris

Download

Hipp-Gr_023.xml [85 Kb]