Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum III (Epidemics III)

Littré 1841

ἔλαβεν· αὐτίκα δὲ κεφαλῆς βάρος ἐπώδυνον· οὐκ ἐκοιμᾶτο· κοιλίη ταραχώδης, λεπτοῖσιν, ὑποχολώδεσιν. Τρίτῃ, πυρετὸς ὀξύς· κεφαλῆς τρόμος, μάλιστα δὲ χείλεος τοῦ κάτω· μετ᾿ ὀλίγον δὲ, ῥῖγος· σπασμοί· πάντα παρέκρουσεν· νύκτα δυσφόρως. Τετάρτῃ, δι᾿ ἡσυχίης· σμικρὰ ἐκοιμήθη· παρέλεγεν. Πέμπτῃ, ἐπιπόνως· πάντα παρωξύνθη· λῆρος· νύκτα δυσφόρως· οὐκ ἐκοιμήθη. Ἕκτῃ, διὰ τῶν αὐτῶν. Ἑβδόμῃ, ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· ἵδρωσε δι᾿ ὅλου· ἐκρίθη. Τούτῳ διατελέως ἀπὸ κοιλίης διαχωρήματα χολώδεα, ὀλίγα, ἄκρητα· οὖρα λεπτὰ, εὔχροα, ἐναιώρημα ἐπινέφελον ἔχοντα. Περὶ ὀγδόην, οὔρησεν εὐχροώτερα, ἔχοντα ὑπόστασιν λευκὴν, ὀλίγην· κατενόει· ἀπύρετος· διέλιπεν. Ἐνάτῃ, ὑπέστρεψεν. Περὶ δὲ τεσσαρεσκαιδεκάτην, πυρετὸς ὀξύς. Ἑκκαιδεκάτῃ, ἤμεσε χολώδεα, ξανθὰ, ὑπόσυχνα. Ἑπτακαιδεκάτῃ, ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· ἵδρωσεν· ἄπυρος· ἐκρίθη· οὖρα μετὰ ὑποστροφὴν καὶ κρίσιν, εὔχροα, ὑποστάσιν ἔχοντα· οὐδὲ παρέκρουσεν ἐν τῇ ὑποστροφῇ. Ὀκτωκαιδεκάτῃ, ἐθερμαίνετο σμικρά· ἐπεδίψη· οὖρα λεπτά· ἐναιώρημα ἐπινέφελον· σμικρὰ παρέκρουσεν. Περὶ ἐννεακαιδεκάτην, ἄπυρος· τράχηλον ἐπωδύνως εἶχεν· οὔροισιν ὑπόστασις. Τελέως ἐκρίθη εἰκοστῇ. ϠΧΠΔΟΥΚΥ.

Work

Title: Hippocrates: Epidemiarum III
English: Epidemics III
Original: Ἐπιδημιῶν τὸ τρίτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1841

Series: Oeuvres complètes d'Hippocrate

Volume: 3

Pages: 24-148

Publisher: Baillière, Paris

Download

Hipp-Gr_024.xml [80 Kb]