Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum III (Epidemics III)

Littré 1841

ἦσαν· ἀτὰρ καὶ ἐπὶ τοῖσιν ἄλλοισι νουσήμασι πᾶσι τοῖσι μεγίστοισιν, ὅ τι μετὰ πυρετοῦ γίγνοιτο· διὰ παντὸς δὲ τοῖσι πλείστοισιν ἢ βαρὺ κῶμα παρείπετο, ἢ μικροὺς καὶ λεπτοὺς ὕπνους κοιμᾶσθαι.

12. Πολλὰ δὲ καὶ ἄλλα πυρετῶν ἐπεδήμησεν εἴδεα, τριταίων, τεταρταίων, νυκτερινῶν, ξυνεχέων, μακρῶν, πεπλανημένων, ἀσωδέων, ἀκαταστάτων. Ἅπαντες δὲ οὗτοι μετὰ πολλῆς ἐγίγνοντο ταραχῆς· κοιλίαι τε γὰρ τοῖσι πλείστοισι ταραχώδεες· φρικώδεες· ἱδρῶτες οὐ κρίσιμοι· καὶ τὰ τῶν οὔρων ὡς ὑπογέγραπται. Μακρὰ δὲ τοῖσι πλείστοισι τουτέων· οὐδὲ γὰρ αἱ γινόμεναι τουτέοισιν ἀποστάσιες ἔκρινον ὥσπερ ἐπὶ τοῖσιν ἄλλοισιν· δύσκριτα μὲν πᾶσι πάντα ἐγίνετο, καὶ ἀκρισίαι, καὶ χρόνια, πουλὺ δὲ μάλιστα τουτέοισιν· ἔκρινε δὲ τουτέων ὀλίγοισι περὶ ὀγδοήκοντα· τοῖσι δὲ πλείστοισιν, ὡς ἔτυχεν, ἐξέλιπεν. Ἔθνησκον δὲ τουτέων ὀλίγοι ὑπὸ ὕδρωπος, ὀρθοστάδην. Πολλοῖσι δὲ καὶ ἐπὶ τοῖσιν ἄλλοισι νουσήμασιν οἰδήματα παρώχλει· πουλὺ δὲ μάλιστα τοῖσι φθινώδεσιν.

13. Μέγιστον δὲ καὶ χαλεπώτατον, καὶ πλείστους ἔκτεινε τὸ φθινῶδες. Πολλοὶ γάρ τινες ἀρξάμενοι κατὰ χειμῶνα, πολλοὶ μὲν

Work

Title: Hippocrates: Epidemiarum III
English: Epidemics III
Original: Ἐπιδημιῶν τὸ τρίτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1841

Series: Oeuvres complètes d'Hippocrate

Volume: 3

Pages: 24-148

Publisher: Baillière, Paris

Download

Hipp-Gr_024.xml [80 Kb]