Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum III (Epidemics III)

Littré 1841

κατεκλίθησαν, οἱ δὲ αὐτέων ὀρθοστάδην ὑπεφέροντο· πρωῒ δὲ τοῦ ἦρος ἔθνησκον οἱ πλεῖστοι τῶν κατακλιθέντων· τῶν δὲ ἄλλων, ἐξέλιπον μὲν αἱ βῆχες οὐδενὶ, ὑφίεσαν δὲ κατὰ θέρος· ὑπὸ δὲ τὸ φθινόπωρον κατεκλίθησαν πάντες, καὶ πουλλοὶ ἔθνησκον· μακρὰ δὲ τούτων οἱ πλεῖστοι διενόσεον. Ἤρξατο μὲν οὖν τοῖσι πλείστοισι τούτων ἐξαίφνης ἐκ τούτων κακοῦσθαι· φρικώδεες πυκνά· πολλάκις πυρετοὶ ξυνεχέες, ὀξέες· ἱδρῶτες ἄκαιροι, πουλλοὶ, ψυχροὶ διὰ τέλεος· πουλλὴ ψύξις, καὶ μόλις πάλιν ἀναθερμαινόμενοι· κοιλίαι ποικίλως ἐφιστάμεναι, καὶ πάλιν ταχὺ καθυγραινόμεναι, περὶ δὲ τελευτὴν πᾶσι βιαίως καθυγραινόμεναι· καὶ τῶν περὶ πλεύμονα πάντων, διάδοσις κάτω· πλῆθος οὔρων οὐ χρηστῶν· ξυντήξιες κακαί. Αἱ δὲ βῆχες ἐνῆσαν μὲν, διὰ τέλεος πολλαὶ, καὶ πουλλὰ ἀνάγουσαι πέπονα καὶ ὑγρὰ, μετὰ πόνων δὲ οὐ λίην· ἀλλ᾿ εἰ καὶ ὑπεπόνεον, πάνυ πρηέως πᾶσιν ἡ κάθαρσις τῶν ἀπὸ πλεύμονος ἐγίνετο. Φάρυγγες οὐ λίην δακνώδεες, οὐδὲ ἁλμυρίδες οὐδὲν ἠνώχλεον· τὰ μέντοι γλίσχρα, καὶ λευκὰ. καὶ ὑγρὰ, καὶ ἀφρώδεα πολλὰ ἀπὸ κεφαλῆς κατῄει. Πουλὺ δὲ μέγιστον κακὸν παρείπετο καὶ τούτοισι καὶ τοῖσιν ἄλλοισι τὰ περὶ τὴν ἀποσιτίην, καθάπερ ὑπογέγραπται· οὐδὲ γὰρ πότων μετὰ τροφῆς ἡδέως εἶχον, ἀλλὰ πάνυ διῆγον

Work

Title: Hippocrates: Epidemiarum III
English: Epidemics III
Original: Ἐπιδημιῶν τὸ τρίτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1841

Series: Oeuvres complètes d'Hippocrate

Volume: 3

Pages: 24-148

Publisher: Baillière, Paris

Download

Hipp-Gr_024.xml [80 Kb]