Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Capitis Vulneribus (Wounds in the Head)

Littré 1831

ἐπὶ σφῶν αὐτέων γινόμεναι ἐν τῷ ὀστέῳ, ἄνευ ῥωγμῆς τε καὶ φλάσιος, ἢ ἔσω ἐσφλάσιος (αὗται δὲ γίνονται ὁμοίως ἔν τε τῷ ἔμπροσθεν τῆς κεφαλῆς, καὶ ἐν τῷ ὄπισθεν), ἐκ τουτέων ὁ θάνατος οὐ γίνεται κατά γε δίκην, οὐδ᾿ ἢν γένηται. Ῥαφὴ δὲ ἐν ἕλκει φανεῖσα, ὀστέου ψιλωθέντος, πανταχοῦ τῆς κεφαλῆς τοῦ ἕλκεος γενομένου, ἀσθενέστατον γίγνεται τῇ τρώσει καὶ τῷ βέλει ἀντέχειν, εἰ τύχοι τὸ βέλος ἐς αὐτὴν τὴν ῥαφὴν στηριχθέν· πάντων δὲ μάλιστα ἐν τῷ βρέγματι γενόμενον κατὰ τὸ ἀσθενέστατον τῆς κεφαλῆς, καὶ αἱ ῥαφαὶ εἰ τύχοιεν ἐοῦσαι περὶ τὸ ἕλκος, καὶ τὸ βέλος αὐτέων τύχοι τῶν ῥαφῶν.

4. Τιτρώσκεται δὲ ὀστέον τὸ ἐν τῇ κεφαλῇ τοσούσδε τρόπους· τῶν δὲ τρόπων ἑκάστου πλέονες ἰδέαι γίγνονται τοῦ κατήγματος

Work

Title: Hippocrates: De Capitis Vulneribus
English: Wounds in the Head
Original: Περὶ τῶν ἐν κεφαλῇ τρωμάτων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1831

Series: Oeuvres complètes d'Hippocrate

Volume: 3

Pages: 182-260

Publisher: Baillière, Paris

Download

Hipp-Gr_025.xml [63 Kb]