Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Capitis Vulneribus (Wounds in the Head)

Littré 1831

τὸ ἕλκος, καὶ τάχιστα καθαρὸν εἴη· ἀνάγκη γὰρ ἔχει τὰς σάρκας τὰς κοπείσας καὶ φλασθείσας ὑπὸ τοῦ βέλεος, ὑποπύους γενομένας, ἐκτακῆναι. Ἐπειδὰν δὲ καθαρθῇ, ξηρότερον χρὴ γίγνεσθαι τὸ ἕλκος· οὕτω γὰρ ἂν τάχιστα ὑγιὲς γένοιτο, ξηρῆς σαρκὸς βλαστούσης καὶ μὴ ὑγρῆς, καὶ οὕτως οὐκ ἂν ὑπερσαρκήσειε τὸ ἕλκος. Ὁ δ᾿ αὐτὸς λόγος καὶ ὑπὲρ τῆς μήνιγγος τῆς περὶ τὸν ἐγκέφαλον· ἢν γὰρ αὐτίκα ἐκπρίσας τὸ ὀστέον καὶ ἀφελὼν ἀπὸ τῆς μήνιγγος ψιλώσῃς, αὐτὴν καθαρὴν χρὴ ποιῆσαι ὡς τάχιστα καὶ ξηρὴν, ὡς μὴ ἐπὶ πουλὺν χρόνον ὑγρὴ ἐοῦσα μυδήῃ τε καὶ ἐξαίρηται· τούτων γὰρ οὕτω γιγνομένων, σαπῆναι αὐτὴν κίνδυνος.

Work

Title: Hippocrates: De Capitis Vulneribus
English: Wounds in the Head
Original: Περὶ τῶν ἐν κεφαλῇ τρωμάτων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1831

Series: Oeuvres complètes d'Hippocrate

Volume: 3

Pages: 182-260

Publisher: Baillière, Paris

Download

Hipp-Gr_025.xml [63 Kb]