Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Capitis Vulneribus (Wounds in the Head)

Littré 1831

μὴ δυνατὸν αὐτὸν ὑγιᾶ γενέσθαι, μηδὲ σωθῆναι, ἐκ τῶνδε τῶν σημείων χρὴ τὴν διάγνωσιν ποιέεσθαι τοῦ μέλλοντος ἀποθνήσκειν, καὶ προλέγειν τὸ μέλλον ἔσεσθαι. Πάσχει γὰρ τάδε· ὁκόταν τις ὀστέον κατεηγὸς, ἢ ἐῤῥωγὸς, ἢ πεφλασμένον, ἢ ὅτῳ γοῦν τρόπῳ κατεηγὸς μὴ ἐννοήσας ἁμάρτῃ, καὶ μήτε ξύσῃ, μήτε πρίσῃ, δεόμενον, μεθῇ δὲ ὡς ὑγιέος ὄντος τοῦ ὀστέου, πρὸ τῶν τεσσαρεσκαίδεκα ἡμερέων πυρετὸς ἐπιλήψεται ὡς ἐπὶ πουλὺ ἐν χειμῶνι· ἐν δὲ τῷ θέρει μετὰ τὰς ἑπτὰ ἡμέρας ὁ πυρετὸς ἐπιλαμβάνει. Καὶ ἐπειδὰν τοῦτο γένηται, τὸ ἕλκος ἄχροον γίνεται· καὶ ἐξ αὐτοῦ ἰχὼρ ῥέει σμικρός· καὶ τὸ φλεγμαῖνον ἐκτέθνηκεν ἐξ αὐτοῦ· καὶ γλισχρῶδες γίνεται,

Work

Title: Hippocrates: De Capitis Vulneribus
English: Wounds in the Head
Original: Περὶ τῶν ἐν κεφαλῇ τρωμάτων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1831

Series: Oeuvres complètes d'Hippocrate

Volume: 3

Pages: 182-260

Publisher: Baillière, Paris

Download

Hipp-Gr_025.xml [63 Kb]