De Fracturis (Fractures)
Littré 1841
ἐν τῷ ἱκνεομένῳ χρόνῳ (οὐδὲν γὰρ ἀπὸ τρόπου, καὶ τοῖσι τὰ
ὀστέα κατεηγόσι, καὶ τοῖσι μὴ, ἢν μὴ πυρεταίνῃ), ὡς χαλαρωτάτους
δὲ, τοὺς μὲν ἀπὸ τοῦ βραχίονος κατατεταγμένους, τοὺς δὲ ἀπὸ τοῦ
πήχεος ἀνειμένους· ἔστωσαν δὲ μὴ παχέες οἱ νάρθηκες· ἀναγκαῖον
δὲ καὶ ἀνίσους αὐτοὺς εἶναι ἀλλήλοισιν, παραλλάσσειν δὲ παρ᾿ ἀλλήλους,
ᾗ ἂν ξυμφέρῃ, τεκμαιρόμενον πρὸς τὴν ξύγκαμψιν. Ἀτὰρ
καὶ τῶν σπληνῶν τὴν πρόσθεσιν τοιαύτην χρὴ ποιέεσθαι, ὥσπερ
καὶ τῶν ναρθήκων εἴρηται, ὀγκηροτέρους δὲ ὀλίγῳ κατὰ τὸ σίνος
προστιθέναι. Τοὺς δὲ χρόνους τοὺς ἀπὸ τῆς φλεγμονῆς τεκμαίρεσθαι
καὶ ἀπὸ τῶν πρόσθεν γεγραμμένων.
Work
Title: De Fracturis
English: Fractures
Original: Περὶ ἀγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1841
Series: Oeuvres complètes d'Hippocrate
Volume: 3
Pages: 412-562
Publisher: Baillière, Paris
Download
Hipp-Gr_026.xml [145 Kb]