Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Fracturis (Fractures)

Littré 1841

ἐν κνήμῃ ἐνδέχεται μηχανοποιέειν. Εἰσὶ μὲν οὖν τινες, οἳ ἐπὶ πᾶσι τοῖσι τῆς κνήμης κατήγμασι, καὶ τοῖσιν ἐπιδεομένοισι, καὶ τοῖσι μὴ ἐπιδεομένοισι, τὸν πόδα ἄκρον προσδέουσι πρὸς τὴν κλίνην, ἢ πρὸς ἄλλο τι ξύλον παρὰ τὴν κλίνην κατορύξαντες. Οὗτοι μὲν οὖν πάντα κακὰ ποιέουσιν, ἀγαθὸν δὲ οὐδέν· οὔτε γὰρ τοῦ κατατείνεσθαι ἄκος ἐστὶ τὸ προσδεδέσθαι τὸν πόδα, οὐδὲν γὰρ ἧσσον τὸ ἄλλο σῶμα προσχωρήσει πρὸς τὸν πόδα, καὶ οὕτως οὐκ ἂν ἔτι τείνοιτο· οὔτ᾿ αὖ ἐς τὴν ἰθυωρίην οὐδὲν ὠφελέει, ἀλλὰ καὶ βλάπτει, στρεφομένου γὰρ τοῦ ἄλλου σώματος ἢ τῇ ἢ τῇ, οὐδὲν κωλύσει ὁ δεσμὸς τὸν πόδα καὶ τὰ ὀστέα τὰ τῷ ποδὶ προσηρτημένα ἐπακολουθέειν τῷ ἄλλῳ σώματι. Εἰ δὲ μὴ προσεδέδετο, ἧσσον ἂν διεστρέφετο· ἧσσον γὰρ ἂν ἐγκατελείπετο ἐν τῇ κινήσει τοῦ ἄλλου σώματος. Εἰ δέ τις σφαίρας δύο ῥάψαιτο ἐκ σκύτεος αἰγυπτίου τοιαύτας οἵας φοροῦσιν οἱ ἐν τῇσι μεγάλῃσι πέδῃσι πολλὸν χρόνον πεπεδημένοι, αἱ δὲ σφαῖραι ἔχοιεν ἔνθεν καὶ ἔνθεν χιτῶνας, τὰ μὲν πρὸς τοῦ τρώματος βαθυτέρους, τὰ δὲ πρὸς τῶν ἄρθρων βραχυτέρους, εἶεν δὲ ὀγκηραὶ μὲν καὶ μαλθακαὶ, ἁρμόζουσαι δὲ, ἡ μὲν ἄνωθεν τῶν σφυρῶν, ἡ δὲ κάτωθεν τοῦ γούνατος·

Work

Title: Hippocrates: De Fracturis
English: Fractures
Original: Περὶ ἀγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1841

Series: Oeuvres complètes d'Hippocrate

Volume: 3

Pages: 412-562

Publisher: Baillière, Paris

Download

Hipp-Gr_026.xml [145 Kb]