Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Fracturis (Fractures)

Littré 1841

ὑπερβαινόμενον τὸ ὑπὲρ τὸ παχύτερον τῶν ὀστέων, καὶ τῶν νεύρων συχνὴ κατάτασις· ὅμως δὲ δή τισιν ἐξεπάλησεν. Σημεῖον δὲ τοῖσιν οὕτως ἐκπαλήσασιν· οὐδὲν γὰρ χρῆμα τοῦ ἀγκῶνος κάμψαι δύνανται, εὔδηλον δὲ καὶ τὸ ἄρθρον ψαυόμενον. Ἢν μὲν οὖν μὴ αὐτίκα ἐμβληθῇ, ἰσχυραὶ καὶ βίαιοι φλεγμοναὶ καὶ πυρετώδεες γίνονται· ἢν δὲ δὴ αὐτίκα τις παρατύχῃ, εὐέμβολον. Χρὴ δὲ ὀθόνιον σκληρὸν (ὀθόνιον γὰρ σκληρὸν εἱλιγμένον ἀρκέει μὴ μέγα) ἐνθέντα πλάγιον ἐς τὴν καμπὴν τοῦ ἀγκῶνος, ἐξαπίνης ξυγκάμψαι τὸν ἀγκῶνα, καὶ προσαγαγεῖν ὡς μάλιστα τὴν χεῖρα πρὸς τὸν ὦμον. Ἱκανὴ μὲν οὖν αὕτη ἡ ἐμβολὴ τοῖσιν οὕτως ἐκπαλήσασιν· ἀτὰρ καὶ ἡ ἐς τὸ ἰθὺ κατάτασις δύναται εὐθετίζειν τοῦτον τὸν τρόπον τῆς ἐκβολῆς· τοῖσι μέντοι θέναρσι τῆς χειρὸς χρὴ, τὸν μὲν ἐμβάλλοντα ἐς τὸ τοῦ βραχίονος ἐξέχον τὸ παρὰ τὴν καμπὴν ὀπίσω ἀπωθέειν, τὸν δέ τινα κάτωθεν ἐς τὸ τοῦ ἀγκῶνος ὀξὺ ἐμβάλλοντα ἀντωθέειν ἐς τὴν ἰθυωρίην τοῦ πήχεος

Work

Title: Hippocrates: De Fracturis
English: Fractures
Original: Περὶ ἀγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1841

Series: Oeuvres complètes d'Hippocrate

Volume: 3

Pages: 412-562

Publisher: Baillière, Paris

Download

Hipp-Gr_026.xml [145 Kb]