Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Fracturis (Fractures)

Littré 1841

ῥέποντα. Δύναται δὲ ἐν τουτέῳ τῷ τρόπῳ τῆς ὀλισθήσιος κἀκείνη ἡ κατάτασις ἡ πρόσθεν γεγραμμένη, ὡς χρὴ κατατείνειν τὰ ὀστέα τοῦ βραχίονος κατεηγότα, ἐπὴν μέλλωσιν ἐπιδεῖσθαι· ἐπὴν δὲ καταταθῇ, οὕτω χρὴ τοῖσι θέναρσι τὰς προσβολὰς ποιέεσθαι, ὥσπερ καὶ πρόσθεν γέγραπται.

43. Ἢν δὲ ἐς τοὐπίσω βραχίων ἐκπέσῃ (ὀλιγάκις δὲ τοῦτο γίνεται, ἐπωδυνώτατόν τε τοῦτο πάντων καὶ πυρετωδέστατον ξυνεχέων πυρετῶν καὶ ἀκρητοχόλων, θανατωδέων καὶ ὀλιγημέρων), οἱ τοιοῦτοι ἐκτανύειν οὐ δύνανται. Ἢν μὲν οὖν αὐτίκα παρατύχης, βιάσασθαι χρὴ ἐκτανύσαντα τὸν ἀγκῶνα, καὶ αὐτομάτως ἐμπίπτει. Ἢν δέ σε φθάσῃ πυρετήνας, οὐκ ἔτι χρὴ ἔμβάλλειν· κατατείνειε γὰρ ἂν ἡ ὀδύνη ἀναγκαζομένου. Ὡς δ᾿ ἐν κεφαλαίῳ εἰρῆσθαι, οὐδ᾿ ἄλλο χρὴ ἄρθρον πυρεταίνοντι ἐμβάλλειν, ἥκιστα δὲ ἀγκῶνα.

44. Ἔστι δὲ καὶ ἄλλα σίνεα κατ᾿ ἀγκῶνα ὀχλώδεα· τοῦτο μὲν γὰρ, τὸ παχύτερον ὀστέον ἔστιν ὅτε ἐκινήθη ἀπὸ τοῦ ἑτέρου, καὶ οὔτε ξυγκάμπτειν, οὔτε κατατανύειν ὁμοίως δύνανται. Δῆλον δὲ γίνεται, ψαυόμενον κατὰ τὴν ξύγκαμψιν τοῦ ἀγκῶνος παρὰ τὴν διασχίδα τῆς φλεβὸς τὴν ἄνωθεν τοῦ μυὸς τείνουσαν. Οἷσι δὲ τὸ τοιοῦτον, οὐκ ἔτι ῥηΐδιον ἐς τὴν ἑωυτοῦ φύσιν ἀγαγεῖν· οὐδὲ γὰρ

Work

Title: Hippocrates: De Fracturis
English: Fractures
Original: Περὶ ἀγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1841

Series: Oeuvres complètes d'Hippocrate

Volume: 3

Pages: 412-562

Publisher: Baillière, Paris

Download

Hipp-Gr_026.xml [145 Kb]