Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Fracturis (Fractures)

Littré 1841

ἄλλην οὐδεμίην ῥηΐδιον ξυμφυάδα κοινὴν δύο ὀστέων κινηθεῖσαν ἐς τὴν ἀρχαίην φύσιν ἱδρυνθῆναι, ἀλλ᾿ ἀνάγκη ὄγκον ἴσχειν τὴν διάστασιν. Ὡς δ᾿ ἐπιδέειν χρὴ ἐν ἄρθρῳ, ἐν τῇ κατὰ σφυρὸν ἐπιδέσει εἴρηται.

45. Ἔστι δ᾿ οἷσι κατήγνυται τοῦ πήχεος τὸ ὀστέον τὸ ὑποτεταγμένον τῷ βραχίονι, ὁτὲ μὲν τὸ χονδρῶδες αὐτοῦ ἀφ᾿ οὗ πέφυκεν ὁ τένων ὁ ὄπισθεν τοῦ βραχίονος· [ὁτὲ δὲ τὰ πρόσω κατὰ τὴν ἀρχὴν τῆς ἐκφύσεως τοῦ προσθίου κορωνοῦ·] καὶ ἐπὴν τοῦτο κινηθῇ, πυρετῶδες καὶ κακόηθες γίνεται· τὸ μέντοι ἄρθρον μένει ἐν τῇ ἑωυτοῦ χώρῃ· πᾶσα γὰρ ἡ βάσις αὐτέου ταύτῃ ὑπερέχει. Ὅταν δὲ ἀπαγῇ ταύτῃ ᾗ ὑπερέχει ἡ κεφαλὴ τοῦ βραχίονος, πλανωδέστερον τὸ ἄρθρον γίνεται, ἢν παντάπασιν ἀποκαυλισθῇ. Ἀσινέστερα δὲ, ὡς ἐν κεφαλαίῳ εἰρῆσθαι, πάντα τὰ κατηγνύμενα τῶν ὀστέων ἐστὶν, ἢ οἷσι τὰ μὲν ὀστέα οὐ κατάγνυται, φλέβες δὲ καὶ νεῦρα ἐπίκαιρα ἀμφιφλᾶται ἐν τούτοισι τοῖσι χωρίοισιν· ἐγγυτέρω γὰρ θανάτου πελάξει ταῦτα ἢ ἐκεῖνα, ἢν ἐκπυρωθῇ ξυνεχεῖ πυρετῷ· ὀλίγα γε μὴν τὰ τοιαῦτα κατήγματα γίνεται.

46. Ἒστι δ᾿ ὅτε αὐτὴ ἡ κεφαλὴ τοῦ βραχίονος κατὰ τὴν ἐπίφυσιν

Work

Title: Hippocrates: De Fracturis
English: Fractures
Original: Περὶ ἀγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1841

Series: Oeuvres complètes d'Hippocrate

Volume: 3

Pages: 412-562

Publisher: Baillière, Paris

Download

Hipp-Gr_026.xml [145 Kb]