Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Fracturis (Fractures)

Littré 1841

κατάγνυται· τοῦτο δὲ δοκέον κακοσινώτερον εἶναι πολλῷ, πολλῷ τινι εὐηθέστερον τῶν κατ᾿ ἀγκῶνα σινέων ἐστίν.

47. Ὡς μὲν οὖν ἕκαστα τῶν ὀλισθημάτων ἁρμόσσει μάλιστα ἰητρεύειν, γέγραπται, καὶ ὅτι παραχρῆμα ἐμβάλλειν μάλιστα ἄρθρον ξυμφέρει διὰ τὸ τάχος τῆς φλεγμονῆς τῶν νεύρων. Καὶ γὰρ ἢν ἐκπεσόντα αὐτίκα ἐμπέσῃ, ὅμως φιλέει τὰ νεῦρα ξύντασιν ποιέεσθαι, καὶ κωλύειν ἐπὶ ποσὸν χρόνον τήν τε ἔκτασιν ὅσην περ φιλέει ποιέεσθαι, τήν τε ξύγκαμψιν. Ἰητρεύειν δὲ πάντα παραπλησίως ταῦτα ξυμφέρει, καὶ ὁκόσα ἀπάγνυται, καὶ ὁκόσα διίσταται, καὶ ὁκόσα ὀλισθάνει· πάντα γὰρ χρὴ ὀθονίοισι πολλοῖσι καὶ σπλήνεσι καὶ κηρωτῇ ἰητρεύειν, ὥσπερ καὶ τἄλλα κατήγματα. Τὸ δὲ σχῆμα τοῦ ἀγκῶνος ἐν τούτοισι παντάπασι δεῖ τοιοῦτον ποιέεσθαι, οἷόν περ οἷσι βραχίων ἐπεδεῖτο καταγεὶς, καὶ πῆχυς. Κοινότατον μὲν γὰρ πᾶσι τοῖσιν ὀλισθήμασι καὶ τοῖσι κινήμασι καὶ τοῖσι κατήγμασι τοῦτο τὸ σχῆμά ἐστιν· κοινότατον δὲ πρὸς τὴν ἔπειτα διάτασιν, καὶ τὸ ἐκτανύειν ἕκαστα, καὶ ξυγκάμπτειν· ἐντεῦθεν γὰρ ὁδοὶ ἐς ἀμφότερα παραπλήσιοι. Εὐοχώτατον δὲ καὶ εὐανάληπτον αὐτῷ τῷ κάμνοντι τοῦτο τὸ σχῆμα. Ἔτι δὲ πρὸς τούτοισιν, εἴ ἄρα κρατηθείη ὑπὸ τοῦ πωρώματος, εἰ μὲν ἐκτεταμένη ἡ χεὶρ κρατηθείη, κρέσσων ἂν εἴη μὴ προσεοῦσα, πολλῷ μὲν γὰρ κώλυμα εἴη, ὠφελοίη δὲ ὀλίγῳ· εἰ δ᾿ αὖ

Work

Title: Hippocrates: De Fracturis
English: Fractures
Original: Περὶ ἀγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1841

Series: Oeuvres complètes d'Hippocrate

Volume: 3

Pages: 412-562

Publisher: Baillière, Paris

Download

Hipp-Gr_026.xml [145 Kb]