De Articulis (Joints)
Littré 1844
τὴν κατάσεισιν· τὰς δὲ χεῖρας παρὰ τὰς πλευρὰς παρατείναντα
προσκαταλαβεῖν πρὸς αὐτὸ τὸ σῶμα, καὶ μὴ πρὸς τὴν κλίμακα.
Ὅταν δὲ ταῦτα κατασκευάσῃς οὕτως, ἀνέλκειν τὴν κλίμακα
ἢ πρὸς τύρσιν τινὰ ὑψηλὴν, ἢ πρὸς ἀέτωμα οἴκου· τὸ δὲ
χωρίον, ἵνα κατασείεις, ἀντίτυπον ἔστω· τοὺς δὲ ἀνατείνοντας
εὐπαιδεύτους χρὴ εἶναι, ὅκως ὁμαλῶς καὶ ἰσοῤῥόπως καὶ ἐξαπιναίως
ἀφήσουσι, καὶ μήτε ἡ κλίμαξ ἑτερόῤῥοπος ἐπὶ τὴν γῆν
ἀφίξεται, μήτε αὐτοὶ προπετέες ἔσονται. Ἀπὸ μέντοι τύρσιος ἀφιεὶς
ἢ ἀπὸ ἱστοῦ καταπεπηγότος καρχήσιον ἔχοντος, ἔτι κάλλιον ἄν τις
σκευάσαιτο, ὥστε ἀπὸ τροχιλίης τὰ χαλώμενα εἶναι ὅπλα, ἢ ἀπὸ
ὄνου. Ἀηδὲς μὴν καὶ μακρολογέειν περὶ τούτων· ὅμως δὲ ἐκ τουτέων
ἂν τῶν κατασκευῶν κάλλιστ᾿ ἄν τις κατασεισθείη.
Work
Title: De Articulis
English: Joints
Original: Περὶ ἄρθρων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1844
Series: Oeuvres complètes d'Hippocrate
Volume: 4
Pages: 78-326
Publisher: Baillière, Paris
Download
Hipp-Gr_027.xml [274 Kb]