Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum II (Epidemics II)

Littré 1846

ἔπειτα ἐς τὸ ὑποχόνδριον, ἔπειτα ἐς τὸ ἰσχίον, πάντα δὲ οὐχ οἷόν τε ἀλγέειν. 5. Ἀνεμίην, φλεβοτομίη. 6. Τῷ φαρμάκῳ τὸν ῥόον ἴσχειν ἐπαλείφων· ὅδε γὰρ ὁ ῥόος, ἐκ τῆς μεγάλης φλεβός· ἢν δὲ αὐτόματον ῥέῃ πολλὸν, νηστευέτω, ἢ γάλα, δύο ὕδατος, τέσσαρας γάλακτος. Τὰς ἀγόνους πυριῇν καὶ φαρμακεύειν. 7. Ὅσοι ἐξαπίνης ἄφωνοι ἀπύρετοι ἔωσι, φλεβοτομέειν. 8. Φλέγματος κατάῤῥοοι· ἐκ τῶν μαζῶν ἕλκουσιν οἱ ὀφθαλμοὶ, καὶ ἐξερεύγεται κατὰ τὰς ῥῖνας ἐς τὸν πνεύμονα. 9. Οἷσι βὴξ ξηρὴ, οὐ λύεται, ἢν μὴ ὀδύνη ἰσχυρὴ ἐς τὰ ἰσχία, ἢ ἐς τὰ σκέλεα, ἢ ἐς τὸν ὄρχιν. 10. Ἢν ὑδρωπιῶντα βὴξ ἔχῃ, ἢν μὲν αὐτίκα λειποθυμέῃ, θερμοῖσί πᾶσι διαχρήσθω· ἢν δὲ μὴ, θωρῆξαι, καὶ σιτίων ἐμπλῆσαι, τάμνειν δὲ τὰς εἴσω. 11. Τοῦ νοσήματος τοῦ μεγάλου ἐν ἔθει γινομένου, λύσις, ἰσχίων ὀδύνη, ὀφθαλμῶν διαστροφαὶ, τύφλωσις, ὀρχίων οἴδησις, μαζῶν ἄρσις. 12. Ἢν, πυρετοῦ ἔχοντος, τὰ περὶ τὸ πρόσωπον ἰσχνὰ ᾖ ἐν ἡμέρῃ γονίμῳ, τὴν ἐπιοῦσαν λύσις. 13. Ὕδρωψ ἢν οἴδημα ἔχων ἐν τοῖσι σκέλεσι, βήσση, κακόν. 14. Ἢν τὸ οὖς ἀλγέῃ, τῷ γάλακτι διαχρήσθω. 15. Ἢν μὴ ἐν τῇ γονίμῃ μεθῇ ὁ πυρετὸς, ὑποτροπιάζειν ἀνάγκη. 16. Οὗ ἂν ἡ φλὲψ ἡ ἐν τῷ ἀγκῶνι σφύζῃ, μανικὸς καὶ ὀξύθυμος· ᾧ δ᾿ ἂν ἀτρεμέῃ, τυφώδης. 17. Τρῶμα ἢν αἱμοῤῥαγήσῃ, μὴ βρέχειν τὸ ἕλκος, τὴν κεφαλὴν δὲ βρέχειν θερμῷ. 18. Ἢν καρδιώσσῃ, θερμὸν

Work

Title: Hippocrates: Epidemiarum II
English: Epidemics II
Original: Ἐπιδημιῶν τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 72-138

Publisher: Baillière, Paris

Download

Hipp-Gr_030.xml [74 Kb]