Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum II (Epidemics II)

Littré 1846

ψυχρὸν οἶνον πολλὸν ἄκρητον κατ᾿ ὀλίγον διδόναι, ἔστ᾿ ἂν ὕπνος ἢ σκελέων ὀδύνη γένηται· λύει δὲ καὶ πυρετὸς καὶ δυσεντερίη ἄνευ ὀδύνης. Ἢν ὑποχόνδριον τεταμένον ᾖ, πιέζειν τῇ χειρὶ καὶ λούειν. 27. Παρωνυχίης, κηκὶς μέλαινα ἐν μέλιτι. 28. Ὕδατος ἀφιεμένου, γάλακτος ὀκτὼ κοτύλας δοῦναι πιεῖν· ἢν δὲ ἐμέῃ, καὶ μὴ πίνῃ, μυττωτὸν δριμύν. 29. Ὥστε ἔχειν γυναῖκα ἐν γαστρί· πωλύπια ὑπὲρ φλογὸς ὀπτῶντα, ὡς θερμότατα καὶ πλεῖστα ἡμίφλεκτα διδόναι τρώγειν, καὶ τρίψαντα λίτρον αἰγύπτιον καὶ κορίανον καὶ κύμινον, κόλλικας ποιεῦντα, προστιθέναι τῷ αἰδοίῳ. 30. Ἢν ἐκ κραιπάλης κεφαλὴν ἀλγέῃ, οἴνου ἀκρήτου κοτύλην πιεῖν· ἢν δὲ ἄλλως κεφαλὴν ἀλγέῃ, ἄρτον ὡς θερμότατον ἐξ οἴνου ἀκρήτου ἐσθίειν. 31. Ἢν ἄνθρωπον θέρμη ἔχῃ μὴ ἀπὸ χολῆς, μηδὲ ἀπὸ φλέγματος, ἀλλ᾿ ἢ ἀπὸ κόπου, ἢ ἄλλως πυρεταίνῃ, ὕδωρ θερμῆναι πολλὸν, ἔπειτα ὑπερχέων τὴν κεφαλὴν βρέχειν, μέχρις ἂν τοὺς πόδας ἱδρώσῃ· καὶ ἄλητον ἕψεσθαι ὡς παχύτατον, ἐπὴν δὲ ἱδρώσῃ τοὺς πόδας, ἄλητον ὡς πλεῖστον καὶ θερμότατον ἐσθίων, καὶ οἶνον ἄκρητον ἐπιπίνων, περιστειλάμενος ἱματίοις, ἀναπαυέσθω εὐκόπως, ἢ μὴν ναρκίσσου δύο ἢ τρεῖς κεφαλὰς ἐπὶ τῷ δείπνῳ ἐσθιέτω. 32. Τῷ μέλλοντε μαίνεσθαι τόδε προσημαίνει τὸ σημεῖον· αἷμα συλλέγεται αὐτῷ ἐπὶ τοὺς τιτθούς.

Work

Title: Hippocrates: Epidemiarum II
English: Epidemics II
Original: Ἐπιδημιῶν τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 72-138

Publisher: Baillière, Paris

Download

Hipp-Gr_030.xml [74 Kb]