Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum II (Epidemics II)

Littré 1846

ὀλίγον ἦλθεν· οὐ πάνυ δέ τι ὁ ἄῤῥωστος δι᾿ αὐτὸ τοῦτο ὠφελήθη· καὶ οὖρον ὑπόστασιν ἔχον, ὑπὸ δὲ τῇ ὑποστάσει ὑπόλευκόν τι προσεχόμενον πρὸς τῷ ἀγγείῳ λεπτὸν, οὔτε οἷον γονοειδὲς οὔτε ἀνόμοιαι, ἐῤῥύη τοῦτο βραχύ. Τῇ δὲ ὑστεραίῃ κριθεὶς, ἀπύρετος· καὶ ὑπῆλθεν ὑπόγλισχρον τῇ ἑνδεκάτῃ, τὸ δέ τι περιῤῥοῦν χολῶδες. Οὔρου δὲ κάθαρσις πουλλὴ καὶ πλήθει καὶ ὑποστάσει, καὶ πρὶν μὲν οἰνοποτέειν ἤρξατο, μικροῦ λάπῃ ὁμοίη. Διῆλθε δὲ τῇ ἑνδεκάτῃ ὡς ὀλίγων ἐόντων, γλίσχρα δὲ καὶ κοπρώδεα θολερά· τὸ τοιοῦτον ᾔει κρισίμως, ὅ τι καὶ τῷ Ἀντιγένεος ἐν Περίνθῳ.

12. Τὰ περὶ τὰς γλώσσας αἰρόμενα συστρέμματα, καὶ ταπεινὰ ἐόντα λιθίδια, καὶ τὰ τοῖσι ποδαγρικοῖσιν· τὰ ἀσθενέα παρ᾿ ἄρθρα ἐκείνων ἐστίν· καὶ γὰρ ἡ ὀστέων φύσις, καὶ τοῦ σκληρύνεσθαι τοῦτο αἴτιον καὶ τοῦ συντείνεσθαι.

13. Τὸ τῆς Ἱπποστράτου ἐκ τεταρταίου ἐνιαυσίου ἀπεκορύφου· ὑπόψυχρος φανερῶς δοκέουσα· ἔφοδος ἐπὶ πᾶν τὸ σῶμα καὶ ἱδρώς· ἐκρίθη ταύτῃ· καὶ μετὰ ταῦτα γυναικεῖα πλείω πλήθει καὶ χρόνῳ, τότε γὰρ ἐπεῖχεν· μὴ ἑστάναι ἔδοξεν ἀπόστασις.

14. Ἐν τῇσι φλυζούσῃσιν αἱμοῤῥαγίῃσι σχῆμα εὑρητέον, καὶ

Work

Title: Hippocrates: Epidemiarum II
English: Epidemics II
Original: Ἐπιδημιῶν τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 72-138

Publisher: Baillière, Paris

Download

Hipp-Gr_030.xml [74 Kb]