Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum II (Epidemics II)

Littré 1846

ΤΜΗΜΑ ΠΕΜΠΤΟΝ. ΦΥΣΙΟΓΝΩΜΟΝΙΗ.

1. Ὁκόσοι πυῤῥοὶ, ὀξύῤῥινες, ὀφθαλμοὶ σμικροὶ, πονηροί. Ὁκόσοι πυῤῥοὶ, σιμοὶ, ὀφθαλμοὶ μεγάλοι, ἐσθλοί. Ὑδωπιώδεες χαροποὶ, πυῤῥοὶ, ὀξύῤῥινες, ἢν μὴ φαλακροὶ ἔωσιν. Ἰσχνοφωνίην κιρσὸς λύει ἐς τὸν ἀριστερὸν καὶ τὸν δεξιὸν ὄρχιν, ἄνευ τουτέων τοῦ ἑτέρου οὐχ οἷόν τε λύεσθαι. Μεγάλοι, φαλακροὶ, τραυλοὶ, ἰσχνόφωνοι, ἐσθλοί. Νοσήματα δὲ ἔχουσι τραυλὸς ἢ φαλακρὸς ἢ ἰσχνόφωνος ἢ δασὺς ἰσχυρῶς μελαγχολικά [νοσήματα δ᾿ ἔχουσιν]. 2. Ὅσοι τῇ γλώσσῃ παφλάζουσι, χειλῶν μὴ ἐγκρατέες ἐόντες, ἀνάγκη, λυομένων, ἐμπύους γίνεσθαι, ἢ ὀδύνη ἐν τοῖσι κάτω χωρίοισιν ἰσχυρὴ, ἢ κωφότης λύει, καὶ αἷμα πολλὸν ἐκ τῶν ῥινῶν, ἢ μανίη. 3. Ἢν λεχοῖ σπασμὸς ἐπιγένηται, πῦρ ποιεῖν, καὶ ἐς κύστιν κηρωτὴν ἐγχέας πουλλὴν χλιαρὴν κλύζειν. 4. Ἢν τῆς κεφαλῆς τὸ ὀστέον κατεαγῇ, διδόναι γάλα καὶ οἶνον πίνειν, ἴσον ἴσῳ· ἢν δὲ ἕλκος ᾖ, φλεβοτομέειν τὰς εἰσω, ἢν μὴ πυρεταίνῃ· ἢν δὲ παραφρονέῃ, τὴν κεφαλὴν καταβρέχειν, ἢν μὴ τὰ ὑποχόνδρια ἐπηρμένα ᾖ· ἢν τὴν κεφαλὴν ἀλγέῃ, ἐς στῆθος ἔρχεται,

Work

Title: Hippocrates: Epidemiarum II
English: Epidemics II
Original: Ἐπιδημιῶν τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 72-138

Publisher: Baillière, Paris

Download

Hipp-Gr_030.xml [74 Kb]