Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum II (Epidemics II)

Littré 1846

κάτω ἀφανὴς κατὰ τὸ τρῶμα, καὶ κενοῦται τὰ στήθεα. Διδόναι οὖν γάλα καὶ οἶνον ἴσον ἴσῳ. 14. Ὧν κατακορέα τὰ στήθεα, ψελλοὶ, μανιώδεες, καὶ φαλακροί· τουτέων ὅσοι ἐκ γενεῆς καὶ στρεβλοὶ, ἀσύνετοι, ἢ λιθιῶντες, ἢ μαινόμενοι· οἷσι δὲ μὴ ἑτέρου κακοῦ λύσις. 15. Περὶ φύσιος· δύναμιν πλείστην ἔχει τιτθὸς, ὀφθαλμὸς δεξιὸς, ταὐτὰ τῶν κάτω, καὶ ὅτι ἐμπέφυκε τοῖσι δεξιοῖσι τὰ ἄρσενα. 16. Γυναιξὶν ἐπιμήνια ὥστε ἴσχειν, σικύην μεγίστην παρὰ τὸν τιτθὸν προσβάλλειν. 17. Τρίμηνον παιδίον πάντα δηλοῖ, καὶ γάλα τότε ἔχει. 18. Ἢν πολλὸν ῥέῃ γάλα, ἀνάγκη ἀσθενέειν τὸ ἐν γαστρί. Ἢν στερεώτεροι ἔωσιν οἱ τιτθοὶ, ὑγιηρότερον τὸ ἔμβρυον. 19. Φλὲψ ἔχει παχείη ἐν ἑκατέρῳ τιτθῷ· ταῦτα μέγιστον ἔχει μόριον συνέσιος. 20. Στραγγουρίην λύει φλεβοτομίη. 21. Ἢν τὰ ἄνω χωρία σπαργᾷ, τὰ περὶ τὴν κεφαλὴν, ἑλκέων κάθαρσις, ἔμετος, ἱδρώς. 22. Ἀπὸ γαστρὸς ταραχῆς ἢ ἀπὸ βηχὸς καρκίνου γενομένου, τὸ στόμα πικραίνεται· διδόναι δὲ πίνειν ἐλατήριον δὶς ἢ τρὶς, ἢν μὴ ψιλὸς ᾖ· ἐπιδεῖν δεῖ χαλκοῦ ἄνθος, καύσας ἕως ἂν πυῤῥὸν ᾖ, καὶ σπογγίην, ἢν μὴ ψιλὸς ᾖ. 23. Ἀλύκης, φρίκης, χάσμης, οἶνος ἴσος ἴσῳ ἢ γάλα. 24. Ὠτὸς περιωδυνίη, σικύην προσβάλλειν. 25. Ὅ τι ἂν τῶν ἄνω πονέῃ, ὀδύνη ἐς τὰ ἰσχία, ἢ ἐς τὰ γούνατα, καὶ ἆσθμα λύει πάντα τουτέων γινομένων. 26. Εἰλεοῦ λαπαροῦ,

Work

Title: Hippocrates: Epidemiarum II
English: Epidemics II
Original: Ἐπιδημιῶν τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 72-138

Publisher: Baillière, Paris

Download

Hipp-Gr_030.xml [74 Kb]