Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum VII (Epidemics VII)

Littré 1846

ΕΠΙΔΗΜΙΩΝ ΤΟ ΕΒΔΟΜΟΝ.

1. Μετὰ κύνα οἱ πυρετοὶ ἐγένοντο ἱδρώδεες, καὶ οὐ περιεψύχοντο παντάπασι μετὰ τὸν ἱδρῶτα· πάλιν δὲ ἐπεθερμαίνοντο, καὶ μακροὶ ἐπιεικῶς, καὶ δύσκριτοι, καὶ οὐ πάνυ διψώδεες· ὀλίγοισιν ἐν ἑπτὰ καὶ ἐννέα ἐπαύοντο, ἄλλοις ἕνδεκα, καὶ τεσσαρεσκαίδεκα, καὶ ἑπτακαίδεκα, καὶ εἰκοσιδύω. Πολυκράτει πυρετὸς, καὶ τὰ τοῦ ἱδρῶτος οἷα γέγραπται· ἀπὸ φαρμάκου κάθαρσις κάτω σφοδρὴ ἐγένετο· καὶ τὰ τοῦ πυρετοῦ οὕτως ἤπια, ὡς ἄδηλα καταστῆναι, πλὴν ἐν κροταφοισιν· καὶ τὰ ἱδρώτια πρὸς δείλην, περὶ κεφαλὴν, τράχηλον, στήθεα, εἶτ᾿ αὖτις καὶ ἐς ὅλην κοιλίην, καὶ πάλιν ἐπεθερμαίνετο. Περὶ δὲ τὰς δώδεκα καὶ τὰς τεσσαρεσκαίδεκα ἐπέτεινεν ὁ πυρετός· καὶ ὑποχωρήσιες βραχέαι· ῥυφήμασι δὲ μετὰ τὴν κάθαρσιν ἐχρήσατο. Περὶ δὲ τὰς πεντεκαίδεκα, ἀλγήματα γαστρὸς κατὰ σπλῆνα καὶ κενεῶνα ἀριστερόν· θερμῶν προσθέσιες ἧσσον ἢ ψυχρῶν ξυνέφερον· κλύσματι μαλθακῷ χρησαμένῳ ἔληξεν ἡ ὀδύνη· τὸ αὐτὸ δὲ καὶ Κλεοκύδει ξυνήνεγκε πρὸς ὀδύνην ὁμοίως ἔχουσαν καὶ ἐν πυρε τῷ. Περὶ δὲ ἑκκαιδεκάτην ἠπιώτεραι αἱ θέρμαι ἐδόκεον εἶναι· καὶ ὑποχωρήσιες ἀκρήτου χολῆς, καὶ ἡ διάνοια θρασυτέρη· πνεῦμα δὲ μέτριον, ἔστι δ᾿ ὅτε καὶ ἅλες ἑλκύσας πάλιν ἀθρόον ἐξέπνει, ὥσπερ ὑπ᾿ ἀψυχίης, ἢ ὡς ἂν διὰ πνίγους πορευθεὶς ἐν σκιῇ καθεζόμενός τις

Work

Title: Hippocrates: Epidemiarum VII
English: Epidemics VII
Original: Ἐπιδημιῶν τὸ ἕβδομον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 364-468

Publisher: Baillière, Paris

Download

Hipp-Gr_034.xml [149 Kb]