Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum VII (Epidemics VII)

Littré 1846

ποτοῦ ὑπόχολον ἄνευ ἄσης, ἕως κάτω ἐλύθη ἡ κοιλίη. Ἱδρῶτες, ἐξ οὗ ὑπέστρεψεν, ἐξέλιπον, εἰ μή τις, ὅσον ὡς σημεῖον, περὶ μέτωπον· γλῶσσα ἐκ τοῦ ὕπνου, εἰ μὴ διακλύσαιτο, ὑπότραυλος ὑπὸ ξηρότητος, καὶ ῥήγματα περὶ αὐτὴν ἑλκέων, καὶ ἐν χείλει τῷ κάτω, καὶ παρ᾿ ὀδόντας· σμικραὶ ὑποχωρήσιες, περὶ πεντεκαιδεκάτην, ὡς ὑπέστρεψε, πυκνότεραι καὶ γλοιώδεες, τὸ ἀπὸ τῶν σιδίων ἔπαυσεν αὐτάς· οὖρα, οἷα τὰ πολυχρόνια. Ὑπὸ δὲ τὸν τελευταῖον χρόνον, ἄλγημα στήθεος καταπίνοντι τὸ ποτὸν, καὶ ἡ χεὶρ ἐπὶ τῷ στήθει, κύμινον καὶ ὠὸν ῥυφαίνοντι κατέστη· ἡ γλῶσσα δὲ, τὸ μαννῶδες ξυνήνεγκεν. Πεντηκοστῇ ἀπὸ τῆς πρώτης, περὶ ἀρκτοῦρον, ἱδρώτια κατ᾿ ὀσφὺν καὶ στήθεα, βραχέα· καὶ τὸ σῶμα περιεψύχετο πλὴν κροτάφων, ὀλίγον χρόνον πάνυ. Πρώτῃ καὶ πεντηκοστῇ ἐχάλασε, καὶ δευτέρῃ οὐκ ἔτι ἔλαβεν.

3. Ὁ Ἐρατολάου περὶ φθινοπωρινὴν ἰσημερίην δυσεντερικὸς ἐγένετο, καὶ πυρετὸς εἶχε, τὰ ὑποχωρήματα ἦν χολώδεα, λεπτὰ, πουλλὰ, καὶ ὕφαιμα μετρίως, ἡ δὲ ὀδύνη τῆς γαστρὸς σφοδρή. Ὀῤῥοποτήσαντι δὲ καὶ γαλακτοποτήσαντι ἐν γάλακτι πεπυρωμένῳ, μετριώτερα ἐγένετο τὰ ἀλγήματα καὶ τὰ ὕφαιμα· τὰ δὲ χολώδεα παρηκολούθει· καὶ ἀναστάσιες πυκναὶ, ἀπονώτεραι. Τὸ δὲ πυρέτιον ἐδόκει ἀῤῥωστέοντι καὶ τοῖσι πολλοῖσιν ὅλως μὴ ἔχειν διὰ παντὸς τοῦ χρόνου μετὰ τὰς πρώτας πέντε ἢ ἓξ ἡμέρας, οὕτως ἄδηλος ἦν· κατὰ κροτάφους δὲ σφυγμὸς ἦν· καὶ γλῶσσα ὑπὸ ξηρότητος ὑπότραυλος

Work

Title: Hippocrates: Epidemiarum VII
English: Epidemics VII
Original: Ἐπιδημιῶν τὸ ἕβδομον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 364-468

Publisher: Baillière, Paris

Download

Hipp-Gr_034.xml [149 Kb]