Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum VII (Epidemics VII)

Littré 1846

ὑγιής· κροτάφῳ δὲ σφυγμὸς οὐκ ἔλιπεν· ἱδρῶτος οὐδὲν ἐγένετο. Ὀγδόῃ, χυλοῦ ἐῤῥύφησεν, ἐς δὲ τὴν ἑσπέρην σεύτλου· καὶ τὴν νύκτα ὕπνος· καὶ σφόδρα ἀνώδυνος· καὶ τὴν ἐνάτην ᾔσθετο πρὸς ἡλίου δυσμάς· ἐς δὲ νύκτα, τῆς κεφαλῆς δεινὴ ὀδύνη καὶ τοῦ ὠτός· ξυνέβαινε δὲ καὶ πυοῤῥοεῖν τὸ οὖς περὶ τοῦτον τὸν καιρὸν, ὁπότε μάλιστα πονοίη, εὐθὺς ἀπ᾿ ἀρχῆς. Ὅλην δὲ τὴν νύκτα τὴν ἐνάτην καὶ τὴν ἐπιοῦσαν ἡμέρην καὶ τῆς νυκτὸς τὸ πλεῖον, οὐκ ἐπεγίνωσκεν οὐδένα, στένων δὲ διετέλει· ἡμέρην δὲ ἐντὸς ἑωυτοῦ ἐγένετο, καὶ αἱ ὐδύναι ἔληξαν, καὶ τὰ τῆς θέρμης μετριώτερα. Ῥυφήσαντι δὲ λινοζωστιν τῇ ἑνδεκάτῃ, ὑπεχώρησε φλεγματώδεα, μυξώδεα, κάκοδμα. Δυοκαιδεκάτῃ, καὶ τρισκαιδεκάτῃ, μετρίως. Τεσσαρεσκαιδεκάτῃ, ἀρξάμενος ἀφ᾿ ἑωθινοῦ μέχρι ἐς μέσον ἡμέρης ἵδρου ὅλον τὸ σῶμα, μετὰ ὕπνου καὶ κώματος πολλοῦ· ἐγεῖραι ἔργον ἦν· πρὸς ἑσπέρην δὲ διηγέρθη· καὶ τὸ μὲν σῶμα μετρίως κατεψύχθη, ἐν κροτάφοισι δὲ σφυγμὸς διετέλει. Πεντεκαιδεκάτῃ καὶ ἑκκαιδεκάτῃ, χυλοῖσιν ἐχρήσατο. Ἐν δὲ τῇ ἐπτακαιδεκάτῃ, ἧκε πάλιν ἐς νύκτα ὀδύνη τῶν αὐτῶν, καὶ παραλήρησις, καὶ ἐπυοῤῥόει. Ὀκτωκαιδεκάτῃ καὶ ἐννεακαιδεκάτῃ καὶ εἰκοστῇ, μανικῶς· ἦν δὲ κεκραγὼς, ἐπαίρειν ἑωυτὸν πειρώμενος, οὐ δυνάμενος δὲ κρατεῖν τῆς κεφαλῆς, τῇσι χερσὶν ἐπορεγόμενος καὶ αἰεί τι διακενῆς θηρεύων. Πρώτῃ καὶ εἰκοστῇ, ἱδρώτιον περὶ πλευρὸν δεξιὸν καὶ στήθεα καὶ κεφαλήν. Εἰκοστῇ δευτέρῃ, ἱδρώτιον περὶ τὸ πρόσωπον πλεῖστον ἦν· τῇ δὲ φωνῇ κατὰ τὸν χρόνον τοῦτον, εἰ μὲν σφόδρα ἀποβιάσαιτο, εἶπεν ἃ ἐβούλετο τελέως, εἰ δ᾿ οὖν προχείρως, ἡμιτελέα· καὶ τὸ στόμα λελυμένον, καὶ αἱ γένυες καὶ χείλεα αἰεὶ ἐν κινήσει, ὥς τι θέλοντος λέγειν· καὶ τῶν ὀφθαλμῶν πυκνὴ κίνησις καὶ ἔμβλεψις, καὶ χρῶμα

Work

Title: Hippocrates: Epidemiarum VII
English: Epidemics VII
Original: Ἐπιδημιῶν τὸ ἕβδομον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 364-468

Publisher: Baillière, Paris

Download

Hipp-Gr_034.xml [149 Kb]