Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum VII (Epidemics VII)

Littré 1846

βουβῶνα τὸ κάτω, πελιδνόν· ἴσως τῇ προτεραίῃ ὄρχιες κατισχνάνθησαν. Ὅμοια δὲ καὶ τῷ Ἡγητορίδεω παιδίῳ ἀπέβη, πλὴν ὅτι ἔμετοι προσεγένοντο ὑπὸ τὴν τελευτὴν πλείους.

53. Ἡ Ἱππίου ἀδελφεὴ, χειμῶνος, φρενιτικὴ, ἁμαρτάνουσα, τῇσι χερσὶ πραγματευομένη, ἀμύσσουσα ἑωυτήν· πέμπτῃ, ἕκτῃ, ἐς νύκτα ἄφωνος, κωματώδης, ἐμφυσῶσα ἐς γνάθους καὶ χείλεα, ὡς οἱ καθεύδοντες· ἐτελεύτησε περὶ ἑβδόμην.

54. Ἄσανδρος. φρίξας, πλευροῦ ὀδύνη, ἄλγος ἐς γούνατα καὶ μηρόν· φαγὼν παρεφρόνει, ἐτελεύτησε ταχέως.

55. Τῷ Κλεοτίμου σκυτεῖ, κοιλίης ὑγρανθείσης πουλὺν χρόνον, καὶ θέρμης γινομένης, καθ᾿ ἧπαρ ἔπαρμα φυματῶδες ἐς ὑπογάστριον κατέβη· καὶ κοιλίη ὑγραίνετο· καὶ ἕτερον αὐτῷ καθ᾿ ἧπαρ ἄνω πρὸς ὑποχόνδριον φῦμα· ἐτελεύτησεν.

56. Οἷσι κεφαλῆς ὀδύνη δεινὴ ξὺν θέρμῃ, οἷσι μὲν ἐς τὸ ἥμισυ τῆς κεφαλῆς, καὶ κατὰ ῥῖνάς τι ὑγρὸν ἀποχωρέει λεπτὸν ἢ πέπον, ἢ ἐς ὦτα, ἢ ἐς φάρυγγα ἐκ κεφαλῆς, ἀσφαλέστερον· οἷσι δὲ ξηρὰ ταῦτα, ὁ δὲ σφάκελος δεινὸς, ἐπικίνδυνα· ἢν δὲ προσῇ ἀσώδης, ἢ χολώδης ἔμετος, ἢ κατάπληξις ὀμμάτων, ἢ ἀφωνίη, καὶ σπάνιόν τι φθέγγηται, ἢ λῆρός τις, θανάσιμα. καὶ σπασμώδεα. Ὁπόσοι δ᾿ ἂν ἐκ κατάῤῥου τὸ ἥμισυ τῆς κεφαλῆς πονέοντες, καὶ κατὰ ῥῖνας ὑγροῦ ὑποχωρέοντος, ἐπιπυρετήνωσιν, ἐπιεικῶς ἐν τῇ πέμπτῃ ἢ ἕκτῃ περιψύχονται.

57. Ἐχεκράτει τῷ τυφλῷ, κεφαλῆς ὀδύνη δεινὴ, μᾶλλον ἐς τοὔπισθεν, καὶ τραχήλου, ὅπου ἡ πρόσφυσις, καὶ ἐς κορυφὴν ἐχώρει,

Work

Title: Hippocrates: Epidemiarum VII
English: Epidemics VII
Original: Ἐπιδημιῶν τὸ ἕβδομον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 364-468

Publisher: Baillière, Paris

Download

Hipp-Gr_034.xml [149 Kb]