Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum VII (Epidemics VII)

Littré 1846

ἐμαράνθη. Ἐς νύκτα ἄγρυπνος· περὶ ἀγορὴν παρωξύνετο πυρετός· ἄση, σκοτόδινος, στρόφος, κεφαλῆς ὀδύνη, ἔμετος προσοειδὴς, λεῖος, γλίσχρος ὡς φλέγμα· πρὸς δυσμὰς ἔληξε πάντα· ἱδρὼς κεφαλῆς, τραχήλου· ὑπεχώρησε μετὰ τὸν ἔμετον κοπρώδεα, ὑγρὰ, χολώδεα, οὔτε μέλανα, οὔτε ἐπεοικότα. Νύκτα μετρίως, καὶ τὴν ἐπιοῦσαν ἡμέρην· ἐς νύκτα πάλιν ἄγρυπνος· ἔμετος ὄρθρου ὁμοίως, καὶ τὴν ἐπιοῦσαν ἡμέρην ἄνευ ἄσης· τῆς δὲ κεφαλῆς μετὰ τὸν ἱδρῶτα ἔληξαν αἱ ὀδύναι· ἐς τὴν ἑσπέρην πάντα ἐχάλασεν. Ἐνάτῃ, οὐκ ἔτι ἤμεσεν· ἐθερμάνθη μᾶλλον· τοῖσιν ἄλλοισιν οὐκ ἐδόκει πυρεταίνειν· αἱ ἐν κροτάφοισι φλέβες ἐπήδων· ἀνώδυνος πάντων· δίψος ἦν αἰεί. Ἐναταῖος, ἐπὶ θῶκον ἀναστὰς, ἐλειποψύχει σφόδρα· ὑπεχώρησε πρὸς βάλανον ξυσμάτια μέλανα καὶ χολώδεα· χρῶμα κοπρῶδες, ὅσον ἀπέσταξεν· ἡ φωνὴ κεκλασμένη· ἐν τῆσιν ἐπιστροφῇσι βαρύς· ὀφθαλμοὶ κοῖλοι· δέρμα μετώπου περιτεταμένον· ἄλλως, εὔπνοος, κόσμιος· πρὸς τοῖχον τὰ πλεῖστα ἀπεστραμμένος, ὑγρὸς ἐν τῇσι κλίσεσιν, ἐπικεκαμμένος, ἀτρεμίζων· γλῶσσα λευκὴ, λείη. Περὶ δὲ τὰς δέκα καὶ μετὰ, οὖρα ἐρυθρὰ τὰ κυκλώδεα, ἐν μέσῳ σμικρὸν λευκόν. Δωδεκαταίῳ, πρὸς βάλανον ὅμοια ἀπέσταξε χολώδεα καὶ ξυσματώδεα· μετὰ τοῦ βαλανίου, λειποψυχίη· ἔπειτα τὸ στόμα ἐπεξηραίνετο, διεκλύζετο αἰεί· καὶ εἰ μὴ σφόδρα ψυχρὸν ἦν, θερμὸν ἔφασκεν εἶναι· τῆς χιόνος ἐπιεικῶς· εἶτα δίψα οὐκ ἐνῆν· τὸ ἱμάτιον αἰεὶ ἀπὸ τῶν στηθέων ἀπεώθει· τὴν χλαμύδα χλιαίνειν οὐκ εἴα· τὸ πῦρ πόῤῥω καὶ σμικρόν· γνάθων ἀμφοτέρων ἔρευθος· μετὰ ταῦτα ἄκροπις· ἀνεθερμάνθη μίην ἢ δύο ἡμέρας, καὶ ἔληξεν.

Work

Title: Hippocrates: Epidemiarum VII
English: Epidemics VII
Original: Ἐπιδημιῶν τὸ ἕβδομον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 364-468

Publisher: Baillière, Paris

Download

Hipp-Gr_034.xml [149 Kb]