Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum VII (Epidemics VII)

Littré 1846

καὶ μέλιτος ἐκλείξει, καὶ τοῦ αἰθιοπικοῦ κυμίνου πιοῦσα ἐν οἴνῳ, ἐῤῥήϊσεν· μετὰ ταῦτα δὲ ἀνῆγε βήσσουσα πολλὰ, πέπονα, φλεγματώδεα, λευκὰ, καὶ τὸ πνεῦμα ἔληξεν· ἔτεκε δὲ γόνον θῆλυν.

7. Τῇ Πολυκράτεος, θέρεος, περὶ τὸ ἄστρον, πυρετός· πνεῦμα τὸ ἑωθινὸν, ἧσσον, ἀπὸ μέσου ἡμέρης μᾶλλον τὸ πνεῦμα, πυκνότερον μικρῷ· βὴξ, καὶ ἀπόχρεμψις εὐθὺς ἀπ᾿ ἀρχῆς ὁμοίη πυώδεσιν· ἔσω περὶ ἀρτηρίην καὶ φάρυγγα, ὑπεσύριζε κερχναλέον· πρόσωπον εὔχροον, ἐπὶ γνάθοισιν ἐρύθημα, οὐ κατακορὲς, ἀλλ᾿ ἐπιεικῶς ἀνθηρόν. Προϊόντος δὲ τοῦ χρόνου, καὶ ἡ φωνὴ βραγχώδης, καὶ τοῦ σώματος ξύντηξις, καὶ περὶ ὀσφὺν ἐκρήγματα, καὶ ἡ κοιλίη κατὰ τὸν τελευταῖον χρόνον ὑγροτέρη. ἑβδομηκοστῇ, ὁ πυρετὸς ἔξωθεν σφόδρα ἔψυχεν· ἐν δὲ τοῖσι κροτάφοισιν, ἡσυχίη· τὸ δὲ πνεῦμα πυκνότερον ἐγίνετο. Μετὰ δὲ τὴν παῦσιν ταύτην, τὸ πνεῦμα πυκνότερον οὕτως, ὥστε καθημένη διετέλεσεν, ἕως ἀπέθανεν· ἐν δὲ τῇ ἀρτηρίῃ ψόφος πουλὺς ἐνῆν, καὶ ἱδρῶτες πονηροὶ, καὶ ἐμβλέψιες ἐμφρονώδεες σφόδρα, μέχρι τοῦ ἐσχάτου χρόνου. Ἡμέραι δ᾿ ἐπεγίνοντο αὐτῇ κατεψυγμένῃ πλείους ἢ πέντε· μετὰ δὲ τὰς πρώτας διετέλει πυῶδες ἀποχρεμπτομένη.

8. Τῇ ἄνω τῶν πυλέων οἰκεούσῃ, ἤδη οὔσῃ πρεσβυτέρῃ, πυρέτιον ἐγένετο, καὶ, ἤδη ἀπολήγοντος, τοῦ τραχήλου ἄλγημα μέχρις ἐς ῥάχιν καὶ ὀσφύν· καὶ οὐ πάνυ ἐγκρατὴς τούτων· γένυες δὲ ξυνηγμέναι καὶ ἐπὶ τοὺς ὀδόντας πλέον ἢ μήλην παρεῖναι· ἥ τε φωνὴ ψελλὴ διὰ τὸ παραλελυμένον καὶ ἀκίνητον καὶ ἀσθενὲς εἶναι τὸ σῶμα· ἔμφρων δέ. Χλιάσμασι καὶ μελικρήτῳ χλιηρῷ ἐχάλασε τριταίη σχεδὸν,

Work

Title: Hippocrates: Epidemiarum VII
English: Epidemics VII
Original: Ἐπιδημιῶν τὸ ἕβδομον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 364-468

Publisher: Baillière, Paris

Download

Hipp-Gr_034.xml [149 Kb]