Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum VII (Epidemics VII)

Littré 1846

θερμὴ εἶναι, καὶ ἄδιψος ἔστιν ὅτε ἐγένετο, οὕτως ὡς, μή τις διδοίη, οὐκ ᾔτει. Ὕπνοι μετὰ τὸν πρῶτον χρόνον ἐγένοντο ἐπιεικῶς ἡμέρης, ἐς δὲ νύκτα ἄγρυπνος, καὶ ἐπόνει μᾶλλον ἐςνύκτα. Ἐνάτῃ ἡ γαστὴρ ἐξεταράχθη ὑδατώδεα διαχωρήσασα, ὡσαύτως δὴ καὶ ἑνδεκάτῃ· τὰς δὲ ἐπιούσας, ἐπιεικῶς πολλὴ ἡ διανάστασις καὶ τοιαύτη. Ἦσαν δὲ ἐν τῇσι πρόσθεν ἡμέρῃσιν ἀκρηχολίαι, καὶ κλαυθμοὶ οἷον παιδαρίου, καὶ βοὴ, καὶ δείματα, καὶ περιβλέψιες, ὁπότε δὴ ἐκ τοῦ κώματος ἐγείροιτο. Τῇ δὲ τεσσαρεσκαιδεκάτῃ, ἔργον κατέχειν ἦν, ἀναπηδῶσαν καὶ βοῶσαν ἐξαίφνης· καὶ συντόνως, ὥσπερ ἂν ἐκ πληγῆς καὶ δεινῆς ὀδύνης καὶ φόβου, ὡς καταλαβών τις αὐτὴν κατάσχοι χρόνον ὀλίγον εἶτα πάλιν ἡσυχίην τε εἶχε κεκωματισμένη, καὶ ὑπνώσσουσα διετέλει οὐχ ὁρῶσα ὅλως, ἔστι δ᾿ ὅτε οὐδὲ ἀκούουσα· μετέβαλλε δὲ, ἐς ἀμφότερα θόρυβόν τε καὶ ἡσυχίην πυκνὰ, σχεδὸν ὅλην τὴν ἡμέρην ταύτην· ἐς νύκτα δὲ τὴν ἑπομένην, ὑπῆλθέ τι ὕφαιμον, οἷον μυξῶδες, καὶ πάλιν οἷον ἰλυῶδες, μετὰ δὲ, πρασοειδέα σφόδρα καὶ μέλανα. Τῇ δὲ πεντεκαιδεκάτῃ, ὀξεὶς ῥιπτασμοί· καὶ οἱ φόβοι, καὶ ἡ βοὴ ἐγίνετο ἤπιος, παρηκολούθει δὲ τὸ ἀγριοῦσθαι καὶ τὸ θυμαίνειν καὶ κλαίειν, εἰ μή οἱ ταχέως, ὅ τι βούλοιτο, ῥεχθείη· καὶ ἐπεγίνωσκεν μὲν πάντας καὶ πάντα ἤδη μετὰ πρῶτας εὐθὺς ἡμέρας· καὶ τὸ τοῦ ὀφθαλμοῦ κατέστη· ἡ δὲ μανίη παρὰ καιρὸν, καὶ ἡ βοὴ, καὶ ἡ μεταβολὴ ἡ εἰρημένη παρηκολούθει ἐς τὸ κῶμα ἤκουεν ἀνωμάλως, τὰ μὲν σφόδρα καὶ εἰ σμικρόν τις λέγοι, ἐπ᾿ ἐνίων δὲ μέζον ἔδει διαλέγεσθαι· πόδες αἰεὶ ὁμαλῶς τῷ ἄλλῳ σώματι θερμοὶ ἔς τε τὰς τελευταίας ἡμέρας. Τῇ δὲ ἑκκαιδεκάτῃ,

Work

Title: Hippocrates: Epidemiarum VII
English: Epidemics VII
Original: Ἐπιδημιῶν τὸ ἕβδομον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 364-468

Publisher: Baillière, Paris

Download

Hipp-Gr_034.xml [149 Kb]