Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum VII (Epidemics VII)

Littré 1846

ἡμέρας καὶ στραγγουριώδης· ἐπὶ γούνατος ἀριστεροῦ ἀπόστημα ἐγένετο, ἐξεπύησεν, ἐτελεύτησεν.

20. Κτησιφῶν ὑδρωπικὸς ἐκ καύσου πολλοῦ, καὶ πρότερον ὑδρωπικὸς καὶ σπληνώδης, σφόδρα συνεπληρώθη καὶ ὄσχεον καὶ σκέλεα καὶ περιτόναια. Ἐπὶ τῇ τελευτῇ βὴξ καὶ πνιγμοὶ ἐγένοντο, ἐς νύκτα μᾶλλον, ἀπὸ τοῦ πλεύμονος, ὥσπερ τοῖς πλευμονώδεσιν. Πρὸ δὲ τῆς τελευτῆς ἡμέρῃσι τρισὶν ἢ τέσσαρσι, ῥῖγος, πυρετός· κατὰ μηρὸν δεξιὸν, ἔσω κατὰ φλέβα μέσην τὴν ἀπὸ τοῦ βουβῶνος, ὡς πυρὸς ἀγρίου σύστρεμμα ὑποπέλιον ἔχον ἔρευθος· ἐς νύκτα, καρδίης ἄλγος, καὶ οὐ πολὺ ὕστερον ἀφωνίη, πνιγμὸς μετὰ ῥέγχους, καὶ ἐτελεύτησεν.

21. Καὶ ὁ ἐν Ὀλύνθῳ ὑδρωπικὸς, ἐξαίφνης ἄφωνος, ἔκφρων νύκτα καὶ ἡμέρην, ἐτελεύτησεν.

22. Ὁ δὲ Προδρόμου, θέρεος, ὑπότραυλος, καυσώδης, ἡ γλῶσσά οἱ ὑπόξηρος, ἀσαφής· κάτω πολλὴ ἄφοδος· περιεγένετο.

23. Λεωφορβείδῃ, πυρετὸς ὀξὺς μετὰ χειμερινὰς τροπάς, ὑποχονδρίων καὶ κατὰ κοιλίην ἄλγημα· ὑποχωρήματα ὑγρὰ, χολώδεα πουλλά· καὶ μεθ᾿ ἡμέρην, κωματώδης· γλῶσσα περιπλευμονική· βὴξ οὐκ ἐνῆν. Δωδεκάτῃ, μέλανα σμικρὰ καὶ πρασοειδέα ὑπεχώρησεν. Τεσσαρεσκαιδεκάτῃ, λῆξαι πυρέτιον ἐδόκει· μετὰ δὲ, ῥοφήμασιν ἐχρήσατο. Ἑκκαιδεκάτῃ, στόμα σφόδρα ἁλμῶδες, ξηρὸν ἐγένετο· ἀκρέσπερον δὲ, φρίκη, πυρετός. Μιῇ καὶ εἰκοστῇ, περὶ μέσον ἡμέρης, ῥῖγος καὶ ἱδρώς· τὸ πυρέτιον ἔληξε, θέρμη δὲ ὑπῆν λεπτή· ἐς νύκτα πάλιν ἱδρώς· καὶ εἰκοστῇ δευτέρῃ, ἐς νύκτα ἱδρώς·

Work

Title: Hippocrates: Epidemiarum VII
English: Epidemics VII
Original: Ἐπιδημιῶν τὸ ἕβδομον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 364-468

Publisher: Baillière, Paris

Download

Hipp-Gr_034.xml [149 Kb]