Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum VII (Epidemics VII)

Littré 1846

καὶ ἡ θέρμη ἐχάλασεν. Τῇσι δὲ ἔμπροσθεν πάσῃσιν ἀνίδρωτος ἦν, ἡ δὲ κοιλίη ὑγράνθη, καὶ ἐν τῇ ὕστερον δοκεύσῃ ὑποστροφῇ.

24. Ἡ ἄνω οἰκοῦσα ἡ τῷ Θεοκλεῖ προσήκουσα, ὑπὸ πλῃϊάδα, πυρετὸς δξύς. Ἕκτῃ, ἐδόκει λῆξαι· ἐλούσατο ὡς πεπαυμένη. ἑβδόμῃ πρωῒ, γνάθος σφόδρα ἐρυθρὴ, ὁποτέρη οὐ μέμνημαι· ἐς τὴν ἑσπέρην ὁ πυρετὸς ἦλθε πουλύς· καὶ λειποψυχίη, καὶ ἀφωνίη ἦν· οὐ πολὺ δὲ ὕστερον ἱδρὼς, καὶ παῦσις ἑβδομαίῃ.

25. Καὶ ἡ Θεοδώρου σφόδρα ἐν πυρετῷ, αἱμοῤῥαγίης γενομένης, χειμῶνος· λήξαντος δὲ τοῦ πυρετοῦ περὶ δευτέρην, οὐ, πολὺ ὕστερον, πλευροῦ δεξιοῦ ὡς ἁπὸ ὑστερέων βάρος· καὶ πρῶτον δὲ ἐγεγόνει, καὶ τὰς ἐχομένας ἡ ὀδύνη κατὰ στῆθος δεινή· καὶ πλευρὸν δεξιὸν πυριωμένη, ἐχάλασεν. Τεταρταίῃ, τὰ ἀλγήματα· τὸ πνεῦμα, πυκνότερον· ἡ ἀρτηρίη μόλις ἀναπνεούσῃ ὑπεσύριζεν· κλισίη ὑπτίη, ἐπιστρέφεσθαι χαλεπῶς· ἐς νύκτα ὀξύτερος ὁ πυρετὸς, καὶ λῆρος βραχὺς ἐγένετο. Πέμπτῃ πρωῒ, ἐδόκει ἠπιώτερος εἶναι· ἱδρώτιον ἀπὸ μετώπου κατεχύθη ὀλίγον πρῶτον, ἔπειτα πουλὺν χρόνον ἐς ὅλον τὸ σῶμα καὶ πόδας· μετὰ δὲ ταῦτα ἐδόκει αὐτῇ κεχαλακέναι τὸ πῦρ· ἦν δὲ πρὸς χεῖρα ψυχρότερον τὸ σῶμα· αἱ δὲ ἐν κροτάφοισι καὶ μᾶλλον ἐπήδων, καὶ πνεῦμα πυκνότερον, καὶ ὑπελήρει ἄλλοτε καὶ ἄλλοτε, καὶ πάντα ἐπὶ τὸ χεῖρον. Γλῶσσα διὰ τέλεος λεὺκὴ λίην· ἥ τε βὴξ οὐκ ἐνῆν, ὅτι μὴ τριταίῃ καὶ πεμπταίῃ ὀλίγον χρόνον· δίψα οὐκ ἐνῆν, πτυσμὸς δὲ ἦν· ὑποχόνδριον δεξιὸν σφόδρα ἐπῇρτο περὶ τὴν πέμπτην, μετὰ δὲ μαλθακώτερον·

Work

Title: Hippocrates: Epidemiarum VII
English: Epidemics VII
Original: Ἐπιδημιῶν τὸ ἕβδομον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 364-468

Publisher: Baillière, Paris

Download

Hipp-Gr_034.xml [149 Kb]