Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum VII (Epidemics VII)

Littré 1846

ὑποχώρησις τριταίῃ ἀπὸ βαλάνου κόπρου ὀλίγης, πέμπτῃ πάλιν ὑγρὸν ὀλίγον· κοιλίη δὲ λαπαρή· οὖρα στρυφνὰ, ὀποειδέα· ὄμματα ὡς κοπιώσης, χαλεπῶς ἀνέβλεπε καὶ περιέφερεν. Πέμπτῃ, ἐς νύκτα χαλεπῶς, καὶ λῆρος εἵπετο. Ἕκτῃ, πάλιν τὴν αὐτὴν ὥρην περὶ πλήθουσαν ἀγορὴν, ἱδρὼς πουλὺς κατεχεῖτο, ἀπὸ μετώπου ἤρχετο ἐς ὅλον τὸ σῶμα πουλὺν χρόνον· ἐμφρόνως διετίθετο τὰ ἑαυτῆς· πρὸς μέσον δὲ ἡμέρης, σφόδρα ἐλήρει, καὶ τὰ τῆς καταψύξιος ὅμοια, βαρύτερα δὲ τὰ κατὰ τὸν χρῶτα πάντα· πρὸς δὲ τὴν ἑσπέρην, ἡ κνήμη αὐτῆς ἐκ τῆς κλίνης κατεῤῥύη, καὶ τῷ παιδὶ παραλόγως ἠπείλησέ τε καὶ πάλιν ἐσιώπησε, καὶ ἐς ἡσυχίην μετέβαλεν· περὶ δὲ τὸν πρῶτον ὕπνον, δίψα πουλλὴ, καὶ μανίη, καὶ ἀνεκάθιζε, καὶ τοῖσι παροῦσιν ἐλοιδορεῖτο, καὶ πάλιν ἀπεσιώπησε καὶ ἐν ἡσυχίῃ ἦν· καὶ ἐδόκει τὴν ἐπίλοιπον νύκτα κεκωματίσθαι· τοὺς δὲ ὀφθαλμοὺς οὐ ξυνῆγεν. Ἐπὶ δ᾿ ἡμέρην ὑπεκρίνετο τὰ πλεῖστα νεύμασιν, ἀτρεμίζουσα τὸ σῶμα, καὶ κατανοοῦσα ἐπιεικῶς· πάλιν δὲ ἱδρὼς τὴν αὐτὴν ὥρην· ὁμοίως οἱ ὀφθαλμοὶ κατηφέες, ἐς τὸ κάτω βλέφαρον μᾶλλον ἐγκείμενοι, ἀτενίζοντες, κεκαρωμένοι, τὰ λευκὰ τῶν ὀφθαλμῶν ὠχρὰ καὶ νεκρώδεα, καὶ τὸ πᾶν χρῶμα ὠχρὸν καὶ μελανέον· τῇ χειρὶ τὰ πουλλὰ πρὸς τοῖχον ἢ πρὸς ἱμάτιον· οἱ ψόφοι δὲ πινούσῃ ἐγίνοντο, ἀπεπύτιζε καὶ ἄνω ἐς τὴν ῥῖνα, καὶ ἐκροκυδολόγει, καὶ ξυνεκάλυπτε τὸ πρόσωπον· μετὰ δὲ τὸν ἱδρῶτα, χεῖρες ὥσπερ κρυστάλλιναι· ὁ ἱδρὼς παρηκολούθει ψυχρός· σῶμα πρὸς χεῖρα ψυχρόν· ἀνεπήδα, ἀνεκεκράγει, ἐμαίνετο· πνεῦμα πουλύ· τρομώδεες αἱ χεῖρες ἐγένοντο, ὑπὸ δὲ τὸν θάνατον ἐλθούσῃ σπασμώδεες.

Work

Title: Hippocrates: Epidemiarum VII
English: Epidemics VII
Original: Ἐπιδημιῶν τὸ ἕβδομον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 364-468

Publisher: Baillière, Paris

Download

Hipp-Gr_034.xml [149 Kb]