Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum VII (Epidemics VII)

Littré 1846

ἐπώδυνος ἦν, καὶ, ἐπεὶ ἀνῆκεν, ᾤχετο ἐς ἀγρόν. Ὀσφὺν ἤλγησεν, ἐλούσατο, αἱ γένυες ξυνήγοντο ἐς νύκτα, καὶ ὀπισθότονος παρῆν· τὸ σίαλον ἀφρῶδες, μόλις ἔξω διὰ τῶν ὀδόντων διῄει· τριταῖος ἀπέθανεν.

38. Ζήνων ὁ τοῦ Δάμωνος, περὶ κνήμην, ᾗ σφυρὸν, ἕλκος κατὰ νεῦρον, ἤδη καθαρόν· τούτῳ δηχθέντι ὑπὸ φαρμάκου, ξυνέβη ὀπισθοτόνῳ ἀποθανεῖν.

39. Δείνωνι ὑπ᾿ ἀρκτοῦρον, καὶ πρότερον ἐκ πυρετοῦ θερινοῦ καὶ διαῤῥοίης ἀσθενέως διατεθέντι, ἐκ πορείης κοπιάσαντι, καὶ πλευροῦ ὀδύνη ἀριστεροῦ· καὶ βὴξ, ἔχουσα μὲν ἐκ καταῤῥόου καὶ πρότερον, τότε δὲ ἦν κατακορής· καὶ ἄγρυπνος, καὶ δυσφόρως φέρων τὸν πυρετὸν εὐθὺς ἀπ᾿ ἀρχῆς, καὶ ἀνακαθίζων. Τριταῖος ἔπτυσεν ὠχρόν· ἀρτηρίη ὑπεσύριζε ῥεγχῶδες. Περὶ τὴν πέμπτην, πνεῦμα ἐπιεικῶς πυκνόν· πόδες, αἱ κνῆμαι, ἄκρεα τὰ πλεῖστα ψυχρὰ, καὶ ἔξω τοῦ ἱματίου· ὑποχώρησις ἀπ᾿ ἀρχῆς ἐπεγένετο χολώδης, οὔτε λίην ὀλίγη, οὔτε πουλλή. ἑβδομαῖος καὶ ὀγδοαῖος καὶ ἐναταῖος ῥᾷον ἐδόκει φέρειν, καί τινες ὕπνοι ἐγένοντο, καὶ τὰ ἀποχρεμπτόμενα ἀμεμπτότερα. Δεκάτῃ καὶ μέχρι τρισκαιδεκάτης, σφόδρα λευκὰ καὶ καθαρά· καὶ ὑποχόνδριον λαπαρώτερον ἐγένετο, τὸ δὲ ἀριστερὸν ξυντεταμένον· καὶ εὐπνούστερος· πρὸς δὲ βάλανον ὑπῆλθε μετρίως. Τρισκαιδεκάτῃ, πάλιν ἔπτυσεν ὠχρὸν, τεσσαρεσκαιδεκάτῃ δὲ μᾶλλον, πεντεκαιδεκάτῃ δὲ πρασοειδές· κοιλίη δὲ κακώδεα, χολώδεα, ὑγρὰ, συχνὰ ὑπῆλθεν· ἀριστερὸν ὑποχόνδριον ἐπῄρετο, ἑκκαιδεκάτῃ

Work

Title: Hippocrates: Epidemiarum VII
English: Epidemics VII
Original: Ἐπιδημιῶν τὸ ἕβδομον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 364-468

Publisher: Baillière, Paris

Download

Hipp-Gr_034.xml [149 Kb]