Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum VII (Epidemics VII)

Littré 1846

δὲ καὶ σφόδρα ἐπῴδησεν· καὶ τὸ πνεῦμα ἤδη ῥαγχῶδες· ἱδρὼς περὶ μέτωπον καὶ αὐχένα, ὀλιγάκις ἐπὶ τὸ στῆθος· ἄκρεα καὶ μέτωπον ἐπιεικῶς διετέλει ψυχρά· πηδηθμὸς δὲ φλεβῶν περὶ κροτάφους κατεῖχεν· ὕπνοι κωματώδεες καὶ ἡμέρην καὶ νύκτα τοὺς τελευταίους χρόνους· οὖρον ἀπ᾿ ἀρχῆς ὠμὸν, σποδοειδές· περὶ δεκάτην καὶ μέχρι τρισκαιδεκάτης λεπτὰ καὶ οὐκ ἄχροα, ἀπὸ δὲ τῆς τρισκαιδεκάτης οἷάπερ ἀπ᾿ ἀρχῆς.

40. Τῷ Κλεόχῳ πλευροῦ ἄλγημα καὶ πυρετός· ἀνῆκεν ὁ πυρετός· ἵδρωσε τὸ σῶμα ὅλον· ἐν τῷ οὔρῳ πουλλὰ τὰ ἐμφερόμενα ἦν, ἐθορυβήθη μετὰ ταῦτα.

41. Πληϊάδων περὶ δύσιν, τὴν Ὀλυμπιάδεω, ὀκτάμηνον ἔχουσαν, ἐκ πτώματος πυρετὸς ὀξὺς ἔλαβε· γλῶσσα καυσώδης, ξηρὴ, τρηχείη, ὠχρή· ὀφθαλμοὶ ὠχροὶ, καὶ τὸ χρῶμα νεκρῶδες. Διέφθειρε πεμπταίη· ῥηϊδίως ἀπήλλαξε, καὶ ὕπνος, ὡς ἐδόκεε, κωματώδης· δείλης διεγειρόντων οὐκ ᾐσθάνετο, πταρμικῷ ὑπήκουσε, πόμα κατεδέξατο καὶ χυλοῦ, ὑπέβησσε καταπίνουσα τὸ πόμα· ἡ φωνὴ οὐκ ἐλύετο, οὐδὲ αὐτή τι ἀνέφερεν· τὰ ὄμματα κατηρέα· πνεῦμα μετέωρον, κατὰ ῥῖνα σπώμενον· χρῶμα πονηρόν· ἱδρὼς περὶ τοὺς πόδας καὶ σκέλεα περὶ θάνατον ἐούσῃ· ἐτελεύτησεν.

42. Τῇ Νικολάου εὐνέτιδι ἐκ καύσου τὰ παρ᾿ οὖς ἐγένετο ἐπ᾿ ἀμφότερα, ὀλίγῳ ὕστερον τὸ ἕτερον, ἤδη δοκέοντος χαλᾷν τοῦ πυρετοῦ. Ὡς οἶμαι, περὶ τεσσαρεσκαιδεκάτην μεγάλα· ἀσήμως κατέστη· ὑπέστρεψεν· χρῶμα νεκρῶδες, γλῶσσα τρηχείη, δασέη σφόδρα,

Work

Title: Hippocrates: Epidemiarum VII
English: Epidemics VII
Original: Ἐπιδημιῶν τὸ ἕβδομον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 364-468

Publisher: Baillière, Paris

Download

Hipp-Gr_034.xml [149 Kb]