Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum VII (Epidemics VII)

Littré 1846

44. Ἀριστοκράτει, περὶ ἡλίου τροπὰς χειμερινὰς, κόπος καὶ φρίκη καὶ θέρμη· μετὰ δὲ ἤρξατο τριταίῳ πλευροῦ ὀδύνη καὶ ὀσφύος, καὶ οἴδημα ἐκ τῆς μασχάλης ἀρξάμενον παρ᾿ ὅλον τὸ δεξιὸν πλευρὸν, σκληρὸν, ἐρυθρὸν, πελιδνὸν, ὡς ὑπὸ πυρὸς θαλφθὲν καὶ ἐκκεκαυμένον. Ἀσώδης, δυσφόρως ἔχων, σφόδρα διψώδης, γλῶσσα ὑπόλευκος, οὖρα οὐκ ἐχώρεε, σκέλεα ὑπόψυχρα· ὑποχώρησις ἀπὸ λινοζώστιος ὀλίγη, ὑγρὰ, ὑπόλευκα, ἀφρώδεα. Ἐς νύκτα πνεῦμα ἐμετεωρίζετο· ἱδρώτιον περὶ μέτωπον· τὰ κάτω ψυχρά· ἀσώδης· τράχηλος ἐνεφυσᾶτο· βὴξ οὐκ ἐνῆν· ἐτελεύτησεν ἔμφρων.

45. Μνησιάνακτι, περὶ φθίνοπωρον, ὀφθαλμίη, μετὰ δὲ τεταρταῖος πυρετός· ἀρχομένου τοῦ τεταρταίου, σφόδρα ἀπόσιτος, προσιόντος δὲ, ἡδέως πρὸς σιτίον· καὶ Πολυχάρει δὲ ἐν τεταρταίῳ ὅμοια τὰ περὶ τὴν σίτισιν. ξυνέβη δὲ καὶ τῷ Μνησιάνακτι ὑποχώρησις ἔμπροσθεν τοῦ πυρετοῦ, καὶ μετὰ ἐπὶ πουλὺν χρόνον παρηκολούθει πολλῶν, λευκῶν, μυξοποιῶν, καὶ ἔστιν ὅτε σμικρὸν αἷμα ἄνευ τόνων καὶ ὀδύνης· ψόφοι δὲ ἐν γαστρί. Μετὰ τὸν πυρετὸν, ἀπέστη παρὰ τὴν ἕδρην φῦμα σκληρὸν, πουλὺν χρόνον παρηκολούθει ἄπεπτον, ἐῤῥάγη ἐς τὸ ἔντερον, καὶ ἔξω συριγγῶδες ἐγένετο. Περιπατοῦντι δ᾿ αὐτῷ ἐν τῇ ἀγορῇ, μαρμαρυγαὶ ὡρῶντο πρὸ τῶν ὀφθαλμῶν, καὶ τὸν ἥλιον οὐ πάνυ καθεώρα· ἀποχωρήσας δὲ σμικρὸν ἐξ ἑωυτοῦ ἦν καὶ τράχηλον σπασμώδης. Ἐπεὶ δὲ ἐκομίσθη ἐς οἶκον, μόγις ἀνεβλεψε, καὶ αὐτὸς ἑωυτοῦ μόγις ἐγένετο· τὸ πρῶτον δὲ περιέβλεπε τοὺς περιεστῶτας, καὶ τὸ σῶμα

Work

Title: Hippocrates: Epidemiarum VII
English: Epidemics VII
Original: Ἐπιδημιῶν τὸ ἕβδομον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 364-468

Publisher: Baillière, Paris

Download

Hipp-Gr_034.xml [149 Kb]