Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum VII (Epidemics VII)

Littré 1846

τοὺς ὑπὸ τῷ γούνατι· περιῄει ὑποχωλαίνων· καὶ ή γαστροκνῃμίη ᾤδει, καὶ σκληρὴ ἦν, καὶ ἐς τὸν πόδα, καὶ ἐς τὸ σφυρὸν τὸ δεξιόν· καὶ ἐς τὰ οὖλα παρ᾿ ὀδόντας, μεγάλα ὡς ῥάγες, πελιδνὰ, μεμελανωμένα, ἀνώδυνα, ὁπότε μὴ ἐσθίοι, καὶ τὰ, σκέλεα, εἰ μὴ ἐξανασταίη· ἦλθε γὰρ καὶ ἐς τὸ ἀριστερὸν τὸ οἴδημα, ἧσσον δέ· καὶ ἀπελειαίνετο ἐν τοῖσιν οἰδήμασι τοῖσι περὶ γούνατα καὶ πόδας, ὥσπερ ὑπόπυα. Τέλος δὲ οὐχ οἷός τε ἦν ἵστασθαι, οὐδ᾿ ἐπὶ τὰς πτέρνας ἐπιβαίνειν, ἀλλὰ κλινοπετὴς, ἦν. Θέρμαι δῆλοι ἐνίοτε· ἀπόσιτος, οὐ πάνυ διψώδης· οὐδὲ ἐπὶ θᾶκον ἀνίστατο, ἀσώδης, καὶ ἔστιν ὅτε καὶ ὀλιγοψυχίῃ ἴσχετο. Ἐλλέβοροι προσήχθησαν, κεφαλῆς, καθάρσιες· πρὸς τὸ στόμα μαννῶδες ξὺν τοῖσιν ἄλλοισι μισγομένοισι ξυνήνεγκεν· πρὸς τὰ ἐν τῷ στόματι ἕλκεα, ῥόφημα φακὴ ἐπιτήδειον. Περὶ δὲ ἑξηκοστὴν κατέστη τὰ οἰδήματα πρὸς τοῦ δευτέρου ἐλλεβόρου μοῦνον· ὀδύναι ἐς τὰ γούνατα κατακειμένῳ ἦλθον, ὑγρὸν δὲ καὶ χολὴ ἀπέστη ἐς γούνατα, καὶ πλείους ἡμέρας πρὸ τοῦ ἐλλεβόρου.

48. Πεισιστράτῳ ὤμου ἄλγημα, καὶ βάρος πουλυχρόνιον περιπατοῦντι καὶ τἄλλα ὑγιαίνοντι· χειμῶνος δὲ ἐπέπεσε πουλλὴ ὀδύνη πλευροῦ, καὶ θέρμη, καὶ βὴξ, ἀπόχρεμψίς τε αἵματος ἀφρώδεος τοῦτο καὶ ῥεγχῶδες ἐν τῇ φάρυγγι· εὔφορος δὲ καὶ παρ᾿ ἑωυτῷ. Καὶ ἡ θέρμη ἐχάλασεν, ἅμα δὲ καὶ ἡ ἀπόχρεμψις, καὶ τὸ κέρχον· καὶ περὶ τετάρτην ἢ πέμπτην ἡμέρην ὑγιής.

Work

Title: Hippocrates: Epidemiarum VII
English: Epidemics VII
Original: Ἐπιδημιῶν τὸ ἕβδομον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 364-468

Publisher: Baillière, Paris

Download

Hipp-Gr_034.xml [149 Kb]