Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum VII (Epidemics VII)

Littré 1846

καὶ ἐς τὸν τράχηλον, ᾗ δέδεται ἡ κεφαλὴ, ὄπισθεν τῶν σπονδύλων· καὶ ξύντασις καὶ σκληρότης ἀμφὶ τοὺς τένοντας· εἰ γοῦν ἐπειρᾶτο διακινέειν τὴν κεφαλὴν ἢ διοίγειν τοὺς ὀδόντας, ὠδυνᾶτο, ὡς σφόδρα ξυντεινόμενος. Ἔμετοι, ὁπότε γενοίατο, ἀπέτρεπον τὰς εἰρημένας ὀδύνας, ἢ ἠπιωτέρας ἐποίεον· καὶ φλεβοτομίη ὠφέλησε, καὶ Ἐλλέβοροι ἦγον παντοδαπὰ, οὐχ ἥκιστα πρασοειδέα.

89. Τῷ Παρμενίσκῳ καὶ πρότερον ἐνέπιπτον ἀθυμίαι καὶ ἵμερος τῆς ἀπαλλαγῆς βίου, ὁτὲ δὲ πάλιν εὐθυμίη. Ἐν Ὀλύνθῳ δέ ποτε φθινοπώρου ἄφωνος κατείχετο, ἡσυχίην ἔχων, βραχύ τι ὅσον ἄρχεσθαι ἐπιχειρέων προσειπεῖν· εἰ δὲ δή τι καὶ διαλεχθείη, καὶ πάλιν ἄφωνος. Ὕπνοι ἐνῆσαν, ὁτὲ δὲ ἀγρυπνίη, καὶ ῥιπτασμὸς μετὰ σιγῆς, καὶ ἀλυσμὸς, καὶ χεὶρ πρὸς ὑποχόνδρια ὡς ὀδυνωμένῳ· ὁτὲ δὲ ἀποστραφεὶς, ἔκειτο ἡσυχίην ἄγων. Ἀπύρετος δὲ διατελέως, καὶ εὔπνοος· ἔφη δὲ ὕστερον ἐπιγινώσκειν τοὺς ἐσιόντας· πιεῖν δὲ ὁτὲ μὲν ἡμέρης ὅλης καὶ νυκτὸς, καὶ διδόντων, οὐκ ἤθελεν, ὑτὲ δὲ ἐξαίφνης τὸν στάμνον ἀρπάσας τοῦ ὕδατος παντὸς ἐξέπιεν· οὖρον παχὺ ὡς ὑποζυγίου. Περὶ δὲ τὴν τεσσαρεσκαιδεκάτην ἀνῆκεν.

90. Ἡ δὲ Κόνωνος θεράπαινα, ἐκ κεφαλῆς ὀδύνης ἀρξαμένης, ἐκτὸς ἑωυτῆς, καὶ βοὴ, καὶ κλαυθμὸς πουλὺς, ὀλιγάκις δὲ ἡσυχίη. Περὶ δὲ τὰς τεσσαράκοντα ἐτελεύτησεν· τὰς δὲ ἐπὶ τελευτῆς ὡς ἓξ ἡμέρας ἄφωνος καὶ σπασμώδης ἐγένετο.

Work

Title: Hippocrates: Epidemiarum VII
English: Epidemics VII
Original: Ἐπιδημιῶν τὸ ἕβδομον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 364-468

Publisher: Baillière, Paris

Download

Hipp-Gr_034.xml [149 Kb]