Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum VII (Epidemics VII)

Littré 1846

καὶ τὸ φλέγμα κατεῖχεν· ὑποχώρησις πουλλὴ, χολώδης. Ἐν τρισὶν ἡμέρῃσι σχεδὸν ἔληξεν ἡ ὀδύνη, ἡ θέρμη δὲ περὶ τὰς ἑπτὰ ἢ ἐννέα. Βὴξ ἐνῆν· ἀποχρέμψιες ὑπόχολοι οὐδὲ ἐγένοντο, οὐδὲ πολλαὶ, φλεγματώδεες δέ. Αἱ βῆχες παρηκολούθεον· σιτίων ἀπεγεύετο, ἔστιν ὅτε ἐξῄει ὡς ὑγιής· ὑπελάμβανον δὲ ἐνίοτε θέρμαι λεπταὶ ὀλίγον χρόνον· ἱδρώτια ἐγίνοντο ἐς νύκτα· τὸ πνεῦμα ἐν τῇ θέρμῃ πυκνότερον· γνάθων ἔρευθος· περὶ τὸ πλευρὸν βάρος καὶ ὑπὸ τὴν μασχάλην καὶ ἐς ὦμον. Αἱ βῆχες ἐπεῖχον· φάρμακον ἄνωθεν ἤγαγε χολώδεα· τρίτῃ ἀπὸ τοῦ φαρμάκου ἐῤῥάγη τὸ πῦον, ἀπὸ δὲ τῆς ἀρχῆς τοῦ ἀῤῥωστήματος τεσσαρακοστῇ· ἀπεκαθάρθη δὲ περὶ πέντε καὶ τριήκοντα ἡμέρας ἄλλας, καὶ ὑγιής.

94. Τῇ Θεοτίμου ἐν ἡμιτριταίῳ ἄση, καὶ ἔμετος, καὶ φρίκη ἅμα ἀρχομένῳ τῷ πυρετῷ, καὶ δίψα· προϊόντος καὶ ἀρχομένῳ ἐξαίσιον τὸ θερμόν· μελίκρητον πιούσῃ, καὶ ἀπεμεύσῃ, ἥ τε φρίκη καὶ ἡ ἄση ἐπαύσατο· καὶ τὸ ἀπὸ τῆς σίδης ὕστερον.

95. Τῇ Διοπείθεος ἀδελφεῇ ἐν ἡμιτριταίῳ δεινὴ καρδιαλγίη περὶ τὴν λῆψιν· καὶ ξυμπαρείπετο ὅλην τὴν ἡμέρην· καὶ κεφαλαλγίη, καὶ τῇσιν ἄλλῃσιν ὡσαύτως ὑπὸ πληϊάδος δύσιν· ἀνδράσι σπανιώτερα ἐγίνετο τὰ τοιαῦτα.

96. Τῇ Ἀπομότου ἐν ἡμιτριταίῳ, περὶ ἀρκτοῦρον, δεινὴ καρδιαλγίη περὶ τὴν λῆψιν, καὶ ἔμετοι, καὶ πνῖγες προσίσταντο ἅμα ὑστερικαὶ, καὶ ἐς τὸ μετάφρενον ὀδύναι κατὰ ῥάχιν· ὅτε δὲ ἐνταῦθα εἴη, ἔληγον αἱ καρδιαλγίαι.

97. Τῇ Τερπίδεω μητρὶ, τῇ ἀπὸ Δορίσκου, διαφθορῆς γενομένης

Work

Title: Hippocrates: Epidemiarum VII
English: Epidemics VII
Original: Ἐπιδημιῶν τὸ ἕβδομον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 364-468

Publisher: Baillière, Paris

Download

Hipp-Gr_034.xml [149 Kb]