Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum VII (Epidemics VII)

Littré 1846

μηνὶ πέμπτῳ διδύμων ἐκ πτώματος, τοῦ μὲν ἑτέρου αὐτίκὰ ὡς ἐν χιτῶνί τινι ἀπηλλάγη· τοῦ δὲ ἑτέρου ἢ πρότερον ἢ ὕστερον τεσσαράκοντα ἡμερέων ἀπηλλάγη· ὕστερον δὲ ἔλαβεν ἐν γαστρί. Ἔτει δὲ ἐνάτῳ ὀδύναι δειναὶ κατὰ γαστέρα ἐπὶ πουλὺν χρόνον· ἤρχοντο ἔστι μὲν ὅτε ἐκ τοῦ τραχήλου καὶ ῥάχιος, καθίσταντο δὲ ἐς ὑπογάστριον καὶ βουβῶνας· ἔστι δ᾿ ὅτε ἐκ γούνατος τοῦ δεξιοῦ, καθίσταντο δὲ ἐς τωὐτό· καὶ ὅτε μὲν κατὰ τὴν γαστέρα αἱ ὀδύναι εἶεν, ἐμετεωρίζετο ἡ κοιλίη· ὅτε δὲ ἐπαύσατο, ξυνέπιπτεν ἡ καρδιαλγίη· πνιγμοὶ οὐκ ἐνῆσαν· ψύξις δὲ τοῦ σώματος ὡς ἐν ὕδατι κειμένῳ, κατὰ τὸν χρόνον ἡνίκα ἡ ὀδύνη ἐγίνετο. Ὑπέστρεφε δι᾿ ὅλου τὰ ἀλγήματα ἠπιώτερα τῶ κατ ἀρχάς. Σκόροδα, σίλφιον, τὰ δριμέα ξύμπαντα οὐ ξυνέφερεν, οὐδὲ τὰ γλυκέα, οὐδὲ τὰ ὀξέα, οὐδὲ οἱ λευκοὶ οἶνοι· οἱ μέλανες δὲ καὶ λουτρὰ ὀλιγάκις. Ἀρχομένῃ, καὶ ἔμετοι δεινοὶ ἐπεγίνοντο, καὶ τῶν σιτίων ἀποκλείσιες, καὶ περὶ τὰς ὀδύνας τὰ γυναικεῖα οὐκ ἐφαίνετο.

98. Τῇ Κλεομένεος, περὶ ζεφύρου πνοὰς, ἐκ ναυσίης καὶ κόπου, πλευροῦ ἀριστεροῦ ὀδύνη, ἐκ τραχήλου ἀρξαμένη καὶ τοῦ ὤμου· πυρετὸς καὶ φρίκη καὶ ἱδρώς. Ἤρξατο δὲ ὁ πυρετὸς, καὶ οὐκ ἔληγεν, ἀλλ᾿ ἐπέτεινε· καὶ ἡ ὀδύνη δεινή· βὴξ, ἀπόχρεμψις ὕφαιμος, ὠχρὴ, πουλλή· γλῶσσα λευκή· διαχωρήματα μέτρια, ὑγρά· οὖρα χολώδεα. Τετάρτῃ ἐς νύκτα, τὰ γυναικεῖα ἦλθε πουλλά· ἔληξεν ἥ τε βὴξ καὶ ἡ ἀπόχρεμψις καὶ ἡ ὀδύνη, ἡ δὲ θέρμη λεπτή.

99. Τῇ Ἐπιχάρμου πρὸ τόκου δυσεντερίη, πόνος, ὑποχωρήματα ὕφαιμα, μυξώδεα· τεκοῦσα, παραχρῆμα ὑγιής.

100. Τῇ Πολεμάρχου ἐν ἀρθριτικοῖσιν ἰσχίου ἄλγημα ἐξαίφνης,

Work

Title: Hippocrates: Epidemiarum VII
English: Epidemics VII
Original: Ἐπιδημιῶν τὸ ἕβδομον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 364-468

Publisher: Baillière, Paris

Download

Hipp-Gr_034.xml [149 Kb]