Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum VII (Epidemics VII)

Littré 1846

χέαντα, ἐπαλείψαντα, καταπλάσσειν, ᾗ ἐπὶ τῆς γαστρὸς ἀλγήματα ὑστερικά.

65. Τῷ Καλλιμέδοντος ξυνήνεγκε πρὸς τὸ φῦμα τὸ ἐν τῷ τραχήλῳ σκληρὸν ἐὸν καὶ μέγα καὶ ἄπεπτον καὶ ἐπώδυνον, καὶ ἀπόσχασις βραχίονος, λίνου σπόρῳ καταπλάσσειν πεφρυγμένῳ· οἴνῳ λευκῷ καὶ ἐλαίῳ δεύοντα ἐπιδεῖν μὴ θερμὸν μηδ᾿ ἑφθὸν ἄγαν, ἢ ξὺν μελικρήτῳ ἑψεῖν ἄλευρον τήλιος, ἢ κριθῶν, ἢ πυρῶν.

66. Μελησάνδρῳ τοῦ οὔλου ἐπιβαλόντος, καὶ ὄντος ἐπωδύνου, καὶ σφόδρα οἰδέοντος, ἀπόσχασις βραχίονος, στυπτηρίη Αἰγυπτίη, ἐν ἀκμῇ παραστέλλειν.

67. Εὐτυχίδει ἐκ χολερικῶν ἐπὶ τὰ τῶν σκελέων τετανώδεα ἔληξεν· ἅμα τῇ κάτω ὑποχωρήσει κατακορέα χολὴν πολλὴν. ἤμει ἐπὶ τρεῖς ἡμέρας καὶ νύκτας, σφόδρα ὑπέρυθρον· ὑπὸ δὲ τὸν ἔμετον ἔπινε, καὶ ἀκρατὴς ἦν καὶ ἀσώδης, οὐδὲν κατέχειν ἠδύνατο οὐδὲ τὸ ἐκ τῶν σιδίων· καὶ οὔρου σχέσις καὶ τῆς κάτω διόδου· διὰ τοὺς ἐμέτους τρὺξ μαλθακὴ ἦλθε, καὶ κατέῤῥηξε κάτω.

67 bis. Ὑδρωπιώδεα ταλαιπωρέειν, ἱδροῦν, ἄρτον, ἄρτον ἐσθίειν, πίνειν μὴ πουλὺ, λούεσθαι κατὰ κεφαλῆς πολλῷ, μὴ θερμῷ, ἀλλὰ χλιηρῷ· ὁ οἶνος λευκός· ὕπνῳ μὴ πολλῷ χρῆσθαι.

68. Καλλιγένει, περὶ πέντε καὶ εἴκοσιν ἔτεα γεγενημένῳ, κατάῤῥοος· ἡ βὴξ πολλή· ἀνῆγε τὸ καταῤῥέον ὑπὸ βίης· οὐδὲν κάτω· ἔτεα τέσσαρα διετέλεσεν· θέρμαι λεπταὶ ἐν ἀρχῇ ἐγένοντο. Ἐλλέβορος οὐκ ὠφέλησεν, ἀλλὰ ὀλιγοσιτίη, ἀλλὰ· τὰ συμπιασθῆναι·

Work

Title: Hippocrates: Epidemiarum VII
English: Epidemics VII
Original: Ἐπιδημιῶν τὸ ἕβδομον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 364-468

Publisher: Baillière, Paris

Download

Hipp-Gr_034.xml [149 Kb]