Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Prorrheticon I (Prorrhetic I)

Littré 1846

οἷον εἰ τὴν ὑπόστασιν ἀναταράξειας; 30. Οἱ παλμώδεες δι᾿ ὅλου, ἆρά γε ἄφωνοι τελευτῶσιν; 31. Τὰ ἐν φρενιτικοῖσι, μετὰ καταψύξιος, πτυελίζοντα, μέλανα ἀνεμεῖται. 32. Κώφωσις καὶ οὖρα ἐξέρυθρα, ἀκατάστατα, ἐναιωρούμενα, παρακρουστικά· τοῖσι τουτέοισιν ἰκτεροῦσθαι κακόν· κακὴ δὲ καὶ ἐπὶ ἰκτέρῳ μώρωσις· τούτους ἀφώνους μὲν, αἰσθανομένους δὲ συμβαινει γίνεσθαι· οἶμαι δὲ, καὶ κοιλίαι καταῤῥήγνυνται τουτέοισιν, οἷον ἐγένετο Ἑρμίππῳ, καὶ ἀπέθανεν. 33. Κώφωσις ἐν ὀξέσι καὶ ταραχώδεσι παρακολουθοῦσα, κακόν. 34. Αἱ τρομώδεες, ἀσαφέες, ψηλαφώδεες παρακρούσιες, πάνυ φρενιτικαὶ, ὡς καὶ τῷ Διδυμάρχῳ ἐν Κῷ. 35. Αἱ ἐκ ῥίγεος νωθρότητες, οὐ πάνυ παρ᾿ ἑωυτοῖσιν. 36. Οἱ περὶ ὀμφαλὸν πόνοι παλμώδεες ἔχουσι μέν τι καὶ γνώμης παράφορον, περὶ κρίσιν δὲ τουτέοισι πνεῦμα ἅλις ξὺν τόνῳ διέρχεται, καὶ οἱ κατὰ γαστροκνημίην πόνοι ἐν τουτέοισι γνώμης παράφοροι. 37. Τὰ κατὰ μηρὸν

Work

Title: Hippocrates: Prorrheticon I
English: Prorrhetic I
Original: Προρρητικὸς α’

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 510-572

Publisher: Baillière, Paris

Download

Hipp-Gr_035.xml [45 Kb]