Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Prorrheticon I (Prorrhetic I)

Littré 1846

ὀδυνώδεες, ἅμα δὲ τῇσι φύσῃσιν εὔφοροι· ἦρά γε οἱ τοιοῦτοι ψυχροῖσιν ἐφιδροῦσι πολλοῖσιν; τὸ ἀνατεταραγμένον ἐν τουτέοισιν οὖρον οὐ πονηρὸν, οὐδὲ τὸ ὑφιστάμενον γονοειδές· ἐπίσυχνον δὲ οὗτοι ὑδατώδεα οὐρέουσιν. 141. Οἷσιν ἂν ἀπὸ ῥινῶν ἐπὶ κωφώσει καὶ νωθρίῃ μικρὰ ᾖ ἀπόσταξις, ἔχει τι δύσκολον· ἔμετος τουτέοισι ξυμφέρει καὶ κοιλίης ταραχή. 142. Ἧσιν ἐκ ῥίγεος πυρετοὶ κοπιώδεες, γυναικεῖα κατατρέχει· τράχηλος δ᾿ ἐν τούτοισιν ὀδυνώδης, αἱμοῤῥαγικόν. 143. Τὰ σείοντα κεφαλὴν καὶ τὰ ἠχώδεα αἱμοῤῥαγέει, ἢ γυναικεῖα καταβιβάζει, ἄλλως τε καὶ ἢν κατὰ ῥάχιν καῦμα παρακολουθήσῃ· ἴσως δὲ καὶ δυσεντερικόν. 144. Οἱ κατὰ κοιλίην παλμοὶ, ὑποχονδρίου ἐντάσει ὑπομάκρῳ,

Work

Title: Hippocrates: Prorrheticon I
English: Prorrhetic I
Original: Προρρητικὸς α’

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 510-572

Publisher: Baillière, Paris

Download

Hipp-Gr_035.xml [45 Kb]