Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Prorrheticon I (Prorrhetic I)

Littré 1846

ἐν φρίκῃσιν ἅμα ἱδρώσαντα κρισίμως, ἐς δὲ τὴν αὔριον φρίξαντα, παραλόγως ἀγρυπνέοντα, αἱμοῤῥαγήσειν οἴομαι. 150. Οἷσιν ἐξ ἀρχῆς αἱμοῤῥαγίαι λαῦραι, ῥῖγος ἵστησιν. 151. Ἐξ αἱμοῤῥαγίης ῥίγεα, μακρά. 152. Οἷσι κεφαλαλγίαι καὶ τραχήλου πόνοι, καὶ ὅλου δέ τις ἀκράτεια τοῦ σώματος τρομώδης, αἱμοῤῥαγίαι λύουσιν· ἀτὰρ καὶ οὕτω χρόνῳ λύεται. 153. Οὖρα τοῖσι παρ᾿ ὦτα ταχὺ καὶ ἐπ᾿ ὀλίγον πεπαινόμενα, φλαῦρα· καὶ τὸ καταψύχεσθαι ὧδε, πονηρόν. 154. Τὰ ὑποκαρώδεα καὶ ἰκτερώδεα οὐ πάνυ αἰσθανόμενα, οἷσι λύγγες, κοιλίη καταῤῥήγνυται· ἴσως δὲ καὶ ἐπιστάσης, οὗτοι ἐκχλοιοῦνται· ἦρα τούτοισι καὶ τὰ παρὰ τὰ ὦτα; 155. Τὰ ἐπεσχημένα μετὰ ῥίγεος οὖρα, πονηρὰ, ἄλλως τε καὶ προκαρωθέντα· τὰ παρ᾿ οὖς, ἦρα ἐπὶ τούτοισιν ἐλπίς; 156. Ἐκ στροφωδέων ὑπόστασις ἰλυώδης, ὑποπέλιος,

Work

Title: Hippocrates: Prorrheticon I
English: Prorrhetic I
Original: Προρρητικὸς α’

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 510-572

Publisher: Baillière, Paris

Download

Hipp-Gr_035.xml [45 Kb]