Prorrheticon I (Prorrhetic I)
Littré 1846
κατ᾿ ἀνάγκην χαλῶσαι, μυκτήρ τε ἐπὶ τουτέοισιν ἐπιῤῥηγνύμενος,
κακόν. 42. Οἷσιν ὀσφύος ἄλγημα ἐπὶ πουλὺ μετὰ
καύματος ἀσώδεος, ἐφιδρῶντες οὗτοι, κακόν· ἦρά γε τουτέοισι τρομώδεα
γίγνεται; καὶ ἡ φωνὴ δὲ, ὡς ἐν ῥίγει; 43. Ἄκρεα ἐπ᾿
ἀμφότερα ταχὺ μεταπίπτοντα, κακὸν, καὶ δίψα δὲ ἡ τοιαύτη, πονηρόν.
44. Ἐκ κοσμίου θρασεῖα ἀπόκρισις, κακόν. 45. Φωνὴ
ὀξείη, ὑποχόνδρια τουτέοισιν εἴσω εἰρύαται. 46. Ὄμμα ἀμαυρούμενον,
φλαῦρον, καὶ τὸ πεπηγὸς καὶ ἀχλυῶδες, κακόν. 47. Ὀξυφωνίη
κλαγγώδης, πονηρόν. 48. Ὀδόντων πρίσις, ὀλέθριον, οἷσι
μὴ σύνηθες καὶ ὑγιαίνουσιν· πνιγμὸς ἐν τουτέοισι, πάνυ κακόν.
49. Προσώπου εὔχροια, καὶ τὸ λίην σκυθρωπὸν, πονηρόν. 50. Τὰ
τελευτῶντα διαχωρήματα εἰς ἀφρώδεα, ἄκρητα, παροξυντικά.
51. Αἱ ἐκ καταψύξιος ἐν ὀξέσιν οὔρων ἀπολήψιες, κάκισται.
Work
Title: Prorrheticon I
English: Prorrhetic I
Original: Προρρητικὸς α’
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1846
Series: Oeuvres complètes d'Hippocrate
Volume: 5
Pages: 510-572
Publisher: Baillière, Paris
Download
Hipp-Gr_035.xml [45 Kb]