Coa Praesagia (Coan Prenotions)
Littré 1846
ἢ ἀποστάσιας ἐς τὰ κάτω σημαίνει· μάλιστα μὲν νεωτέροισι τῶν
τριήκοντα πέντε τὰς ῥύσιας, τοῖσι δὲ πρεσβυτέροισι τὰς ἀποστάσιας
προσδέχεσθαι, περὶ μέτωπον δὲ καὶ κροτάφους ὄντος τοῦ πόνου,
τὰς ῥύσιας. 157. Οἷσι κεφαλαλγίαι καὶ ἦχοι ἀπυρέτοισι, καὶ
σκοτοδινίη, καὶ φωνῆς βραδυτὴς, καὶ νάρκη χειρῶν, ἢ ἀποπλήκτους,
ἢ ἐπιληπτικοὺς προσδέχου τούτους ἔσεσθαι, ἢ καὶ ἐπιλήσμονας.
158. Οἱ κεφαλαλγέες, κατόχως παρακρούοντες, κοιλίης
ἀποληφθείσης, ὄμμα θρασυνθέντες, ἀνθηροὶ, ὀπισθοτονώδεες γίνονται.
159. Τὰ ὑποσείοντα κεφαλὰς, ὄμματα ἐξέρυθρα, παρακρούοντα
σαφῶς, ὀλέθρια· οὐ ξυναποθνήσκει τοῦτο, ἀλλὰ παρ᾿ οὖς οἴδημα
ποιέει. 160. Κεφαλαλγίη μεθ᾿ ἕδρης καὶ αἰδοίων ἀλγήματος,
νωθρότητα καὶ ἀκρησίην παρέχει, καὶ φωνὴν παραλύει· ταῦτα οὐ
χαλεπά· ὑπνώδεες δὲ καὶ λυγγώδεες γίνονται. ἐνάτῳ μηνὶ ἐκ τουτέων,
φωνῆς λυθείσης, ἐς τὸ αὐτὸ καθίστανται, ἀσκαριδώδεες γενόμενοι.
161. Ἐν κεφαλαλγίῃ, κώφωσις καὶ κῶμα παρακολουθοῦντα,
τὰ παρ᾿ οὖς ἐπαίρει. 162. Οἱ κεφαλαλγέες, κατόχως
ὀδυνώδεες, ὄμμα ἐξέρυθροι, αἱμοῤῥαγικοί. 163. Τὰ σείοντα
κεφαλὴν, ἠχώδεα, αἱμοῤῥοεῖ, ἢ γυναικὶ τὰ γυναικεῖα καταβιβάζει,
ἄλλως τε καὶ ἢν κατὰ ῥάχιν καῦμα παρακολουθέῃ· ἴσως δὲ καὶ δυσεντερικά.
Work
Title: Coa Praesagia
English: Coan Prenotions
Original: Κωακαὶ προγνώσιες
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1846
Series: Oeuvres complètes d'Hippocrate
Volume: 5
Pages: 588-732
Publisher: Baillière, Paris
Download
Hipp-Gr_036.xml [181 Kb]