Coa Praesagia (Coan Prenotions)
Littré 1846
ὡς ἐπὶ τὸ πολὺ κρίνονται ἐναταῖαι, ἢ ἑνδεκαταῖαι, καὶ μάλιστα
ὑγιάζονται· οἷσι δὲ τῶν πλευριτικῶν ἐν ἀρχῇ μὲν οἱ πόνοι
μαλθακοὶ, πέμπτῃ δὲ ἢ ἕκτῃ παροξύνονται, μᾶλλον πρὸς τὰς
δυοκαίδεκα ἀφικνέονται, καὶ οὐ πάνυ σώζονται, κινδυνεύουσι δὲ
μάλιστα ἑβδομαῖοι καὶ δωδεκαταῖοι, τὰς δὲ δὶς ἑπτὰ φυγόντες, σώζονται.
382. Ὅσοισι τῶν πλευριτικῶν ψόφος τοῦ πτυάλου πολὺς
ἐν τῷ στήθει, καὶ πρόσωπον κατηφὲς, καὶ ὀφθαλμὸς ἰκτεριώδης καὶ
ἀχλυώδης, ἀπόλλυνται. 383. Οἱ ἐκ πλευριτικοῦ ἔμπυοι γενόμενοι,
ἐν τῇσι τεσσαράκοντα ἡμέρῃσιν ἀναπτύουσιν ἀπὸ τῆς ῥήξιος.
384. Πτύαλον δὲ χρὴ πᾶσι τοῖσι πλευριτικοῖσι καὶ περιπλευμονικοῖσιν
εὐπετέως τε καὶ ταχέως ἀναπτύεσθαι, μεμίχθαι τε τὸ ξανθὸν
τῷ πτυάλῳ· τὸ δ᾿ ὕστερον πολλῷ τῆς ὀδύνης ἀναγόμενον ξανθὸν, ἢ μὴ
μεμιγμένον, καὶ πολλὴν βῆχα παρέχον, πονηρόν· πονηρὸν δὲ πάντως
καὶ τὸ ξανθὸν ἄκρητον, καὶ τὸ γλίσχρον καὶ λευκὸν, καὶ τὸ στρογγύλον,
καὶ τὸ χλωρὸν σφόδρα, καὶ τὸ ἀφρῶδες, καὶ τὸ πελιῶδες καὶ
ἰῶδες· χεῖρον δέ τε τὸ οὕτως ἄκρητον, ὥστε μέλαν φαίνεσθαι·
αἵματι δὲ μὴ πολλῷ συμμεμιγμένον τὸ ξανθὸν, ἐν ἀρχῇ μὲν σωτήριον,
ἑβδομαίῳ δ᾿ ἢ παλαιοτέρῳ ἧσσον ἀσφαλές· αἱματῶδες δὲ
λίην, ἢ πέλιον εὐθέως ἐν ἀρχῇ, κινδυνῶδες· πονηρὰ δὲ καὶ τὰ
ἀφρώδεα, καὶ τὰ ξανθὰ, καὶ μέλανα, καὶ ἰώδεα, καὶ ἰξώδεα, καὶ ὅσα
ταχέως χρωματίζεται· τὰ δὲ μυξώδεα καὶ λιγνυώδεα καὶ χρωματίζεται
ταχέως, καί ἐστιν ἀσφαλέστερα· τὰ δ᾿ ἐντὸς πέμπτης ἐς πέψιν
χρωματιζόμενα, βελτίω. 385. Πᾶν δὲ πτύαλον μὴ λύον τὴν
ὀδύνην, πονηρόν· λύον δὲ, χρήσιμον. 386. Ὅσοι δὲ μετὰ τοῦ χολώδεος
Work
Title: Coa Praesagia
English: Coan Prenotions
Original: Κωακαὶ προγνώσιες
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1846
Series: Oeuvres complètes d'Hippocrate
Volume: 5
Pages: 588-732
Publisher: Baillière, Paris
Download
Hipp-Gr_036.xml [181 Kb]