Coa Praesagia (Coan Prenotions)
Littré 1846
ἐμφυσωμένης, πνεῦμα μὴ διεκπῖπτον, κακόν. 45. Κοπιώδεες.
λυγγώδεες, κάτοχοι, κακοί. 46. Ἐκ νώτου πυκινῇσι καὶ λεπτῇσι
φρίκῃσιν ἐφιδροῦντες, δύσφοροι· οὔρου ἀπόληψιν ἐπώδυνον
σημαίνει· τὸ ἐφιδροῦν τούτοισι, κακόν. 47. Τὸ παρὰ τὸ ἔθος
ποιέειν τι, οἷον προθυμέεσθαι προσδέχεσθαί τι πρότερον μὴ εἰθισμένον,
ἢ τοὐναντίον, πονηρὸν καὶ πλησίον παρακοπῆς. 48. Τὰ ἐν
πονηροῖσι σημείοισι κουφίζοντα, καὶ τὰ ἐν χρηστοῖσι μὴ ἐνδιδόντα,
δύσκολα. 49. Οἱ ἐφιδροῦντες καὶ μάλιστα κεφαλὴν ἐν ὀξέσιν,
ὑποδύσφοροι, κακὸν, ἄλλως τε καὶ ἐπ᾿ οὔροισι μέλασι· καὶ τὸ
θολερὸν ἐπὶ τούτοισι πνεῦμα, κακόν. 50. Ἄκρεα ταχὺ ἐπ᾿ ἀμφότερα
μεταπίπτοντα, καὶ δίψα δὲ τοιαύτη, πονηρόν. 51. Ἐκ
κοσμίου θρασεῖα ἀπόκρισις, φωνὴ ὀξεῖα, κακόν· ὑποχόνδρια τουτέοισιν
εἴσω εἰρύαται. 52. Τὰ ἐκ καταψύξιος ἱδρώδεος ταχὺ
ἀναθερμαινόμενα, κακόν. 53. Οἱ ἐν ὀξέσιν ἐφιδροῦντες, ὑποδύσφοροι,
κακόν. 54. Οἱ παραλόγως, κενεαγγείης μὴ ἐούσης,
ἀδύνατοι, κακόν. 55. Ἐν πυρετῷ ἕλξις οἷος ἀπὸ ἐμέτου ἐς
ἀνάχρεμψιν ἀποτελευτῶσα, κακόν. 56. Νάρκαι ἐς ἀμφότερα
ταχὺ μεταπίπτουσαι, κακόν. 57. Στάξιες αἱ ἐλάχισται, κακαί.
58. Κακὸν δὲ πάντως ἐν ὀξεῖ δίψα παραλόγως λυθεῖσα. 59. Οἱ
πρὸς χεῖρα ἀναΐσσοντες, κακοί. 60. Οἷσιν ἅμα πυρετῷ καυσώδει
Work
Title: Coa Praesagia
English: Coan Prenotions
Original: Κωακαὶ προγνώσιες
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1846
Series: Oeuvres complètes d'Hippocrate
Volume: 5
Pages: 588-732
Publisher: Baillière, Paris
Download
Hipp-Gr_036.xml [181 Kb]