Coa Praesagia (Coan Prenotions)
Littré 1846
ἐπὶ σπληνὶ μεγάλῳ ἐκ τῶν δεξιῶν· καὶ κατὰ ὑποχόνδρια
ὡσαύτως. 322. Τὰ αἱμοῤῥαγεῦντα, ἐπιῤῥιγοῦντα τρώματα,
κακοήθεα· διαλεγόμενοι λαθραίως τελευτῶσιν. 323. Τὰ πεμπταῖα
αἱμοῤῥαγοῦντα λάβρως, ἕκτῃ ἐπιῤῥιγώσαντα, ἑβδόμῃ περιψυχθέντα,
ἀναθερμανθέντα ὀξέως, τούτοισι κοιλίαι πονηρεύονται.
324. Μεθ᾿ αἱμοῤῥαγίην μελάνων διαχώρησις, κακόν· πονηρὸν δὲ
καὶ τὰ ἐξερυθρώδεα· τεταρταίοισιν αἱ τοιαῦται αἱμοῤῥαγίαι· κωματωδεες,
ἐκ τοιούτων σπασθέντες θνήσκουσι, μελάνων προδιελθόντων,
καὶ κοιλίης ἐπαρθείσης. 325. Μεθ᾿ αἱμοῤῥοίας καὶ μελάνων διαχωρήσιας
ἐν ὀξεῖ κώφωσις, κακόν· αἵματος διαχώρησις τούτοισιν
ὀλέθριον, κώφωσιν δὲ λύει. 326. Οἷσιν αἱμοῤῥαγίαι πλείους,
προϊόντος χρόνου, κοιλίαι πονηρεύονται, ἢν μὴ οὖρον πέπον ἔλθῃ·
ἆρά γε τὸ ὑδατῶδες οὖρον τοιοῦτόν τι σημαίνει; 327. Οἷσιν ἐπὶ
αἱμοῤῥαγίῃ λάβρῳ πυκνῇ μετὰ μελάνων συχνὴ διαχώρησις, ἐπιστάσης
δὲ αἱμοῤῥοεῖ, οὗτοι κοιλίας ὀδυνώδεες, ἅμα δέ τισι φύσῃσιν
εὔφοροι· ἆρα οἱ τοιοῦτοι ἐφιδροῦσι πολλοῖσι ψυχροῖσιν; τὸ ἀνατεταραγμένον
οὖρον ἐν τούτοισιν οὐ πονηρὸν, οὐδὲ τὸ ἐφιστάμενον γονοειδές·
ἐπιπολὺ δὲ οὗτοι ὑδατώδεα οὐρέουσιν. 328. Οἷσιν ἐκ
ῥινῶν ἐπὶ κωφώσει καὶ νωθρότητι μικρὰ ἀποστάζει, ἔχει τι δύσκολον·
ἔμετος τούτοισι συμφέρει καὶ κοιλίης ταραχή. 329. Αἱ ἐν ἀρχῇσι
μεγάλαι αἱμοῤῥαγίαι περὶ ἀνακομιδὴν κοιλίας καθυγραίνουσιν.
330. Τὰ ἐκ ῥινῶν λάβρα βίῃ ἀποληφθέντα, ἔστιν ὅτε σπασμὸν ἐπικαλεῖται,
Work
Title: Coa Praesagia
English: Coan Prenotions
Original: Κωακαὶ προγνώσιες
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1846
Series: Oeuvres complètes d'Hippocrate
Volume: 5
Pages: 588-732
Publisher: Baillière, Paris
Download
Hipp-Gr_036.xml [181 Kb]