Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Arte (The Art)

Littré 1849

ἢ ἀμαθίῃ. Ὧν γάρ ἐστιν ἡμῖν τοῖσί τε τῶν φυσίων τοῖσι τε τῶν τεχνέων ὀργάνοις ἐπικρατέειν, τουτέων ἐστὶν ἡμῖν δημιουργοῖς εἶναι, ἄλλων δὲ οὔκ ἐστιν. Ὅταν οὖν τι πάθῃ ἄνθρωπος κακὸν ὃ κρέσσον ἐστὶ τῶν ἐν ἰητρικῇ ὀργάνων, οὐδὲ προσδοκᾶσθαι τοῦτό που δεῖ ὑπὸ ἰητρικῆς κρατηθῆναι ἄν· αὐτίκα γὰρ τῶν ἐν ἰητρικῇ καιόντων τὸ πῦρ ἐσχάτως καίει, τουτέου δὲ ἧσσον καὶ ἄλλα πολλά· τῶν μὲν οὖν ἡσσόνων τὰ κρέσσω οὔπω δηλονότι ἀνίητα· τῶν δὲ κρατίστων τὰ κρέσσω πῶς οὐ δηλονότι ἀνίητα; ἃ γὰρ πῦρ οὐ δημιουργέει, πῶς οὐ τὰ τούτῳ μὴ ἁλισκόμενα δηλονότι ἄλλης δεῖται τέχνης, καὶ οὐ ταύτης, ἧς ἔνι τὸ πῦρ. ὄργανον; ωὑτὸς δέ μοι λόγος καὶ ὑπὲρ τῶν ἄλλων, ὅσα τῇ ἰητρικῇ ξυνεργέει, ὧν ἁπάντων φημὶ δεῖν ἑκάστου μὴ κατατυχόντα τὸν ἰητρὸν τὴν δύναμιν αἰτιᾶσθαι τοῦ πάθεος, μὴ τὴν τέχνην. Οἱ μὲν οὖν μεμφόμενοι τοῖσι κεκρατημένοισι μὴ ἐγχειρέοντας παρακελεύονται καὶ ὧν μὴ προσήκει ἅπτεσθαι οὐδὲν ἧσσον ἢ ὧν προσήκει· παρακελευόμενοι δὲ ταῦτα, ὑπὸ μὲν τῶν οὐνόματι ἰητρῶν θαυμάζονται, ὑπὸ δὲ τῶν καὶ τέχνῃ καταγελῶνται. Οὐ μὴν οὕτως ἀφρόνων οἱ ταύτης τῆς δημιουργίης ἔμπειροι οὔτε μωμητῶν οὔτ’ ἐπαινετῶν δέονται· ἀλλὰ λελογισμένων πρὸς ὅ τι αἱ ἐργασίαι τῶν δημιουργῶν τελευτώμεναι πλήρεις εἰσὶ, καὶ ὅτευ ὑπολειπόμεναι ἐνδεεῖς, ἔτι τε τῶν ἐνδειῶν, ἅς τε τοῖς δημιουργοῦσιν ἀναθετέον, ἅς τε τοῖσι δημιουργεομένοισιν.

Work

Title: Hippocrates: De Arte
English: The Art
Original: Περὶ τέχνης

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 2-26

Publisher: Baillière, Paris

Download

Hipp-Gr_037.xml [35 Kb]